FD III 4:72
[ ] Phokis — Delphi — ca. 74 BC
1 ἄρχοντος Λα[ιά]δα [τοῦ Ἄγωνος, μηνὸς]
Βουκατίου, βουλ[ευόντων Ἡρακλείδα],
Στρατάγου, Κλε[οδάμου, Δάμωνος],
ἀπέδοτο Σωσί[ξενος, συνευδοκέοντος]
5 καὶ τοῦ υἱοῦ [Νικέα, τῶι Ἀπόλλωνι]
σῶμα γυναικεῖο[ν οἰκογενές, ἇι ὄνομα Σω]-
τηρίς, τιμᾶς ἀργ[υρίου μνᾶν ․․․․․· καὶ τὰν]
τιμὰν ἔχει πᾶσαν, [καθὼς ἐπίστευσε Σω]-
τηρὶς τὰν ὠνὰν τῶι [θεῶι, ἐφ’ ὧιτε ἐλευθέραν εἶ]-
10 μεν καὶ ἀνέφαπτον [ἀπὸ πάντων τὸν πάντα χρό]-
νον. βεβαιωτὴρ κατὰ [τοὺς νόμους τᾶς πόλιος]·
Δωρόθεος Διοδώρο[υ. εἰ δέ τις ἐφάπτοιτο Σωτη]-
ρίος ἐπὶ καταδουλισ[μῶι, κύριος ἔστω συλέ]-
ων ὁ παρατυχών, ἀζά[μιος ὢν καὶ ἀνυπόδικος]
15 πάσας δίκας καὶ ζαμ[ίας· ὁμοίως δὲ καὶ ὁ βεβαιω]-
τὴρ βέβαιον παρεχέτω τ[ῶι θεῶι τὰν ὠνάν. μάρτυρες]·
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [Αἰακίδας, Ἐμμενίδας· Φι]-
[λό]νικος, Δείνων, Ἀγαθοκ[λῆς, ․․․․․․․․․․․․․
Search Help
Contact Us