[ ] Phokis — Delphi — ca. 81-78 BC
— — — — — — — — — — — — — — —
1 [․․․․․․․․․․]ς τ[ῶι Ἀπόλλωνι τῶι]
[Πυθίωι σῶ]μα [ἀνδρεῖον, ὧι ὄνο]-
[μα Ἀφρ]οδείσιος, τι[μᾶς ἀργυρί]-
[ου μν]ᾶν ἕξ, καὶ τὰν [τιμὰν ἔχον]-
5 [τι πᾶ]σαν. βεβαιωτὴ[ρ κατὰ τοὺς]
νόμους· Λαιάδας Β[αβύλου. εἰ δέ]
τις ἐφάπτοιτο Ἀφρο[δεισίου ἐπὶ]
καταδουλισμῷ, βέβαιον [παρεχόν]-
τω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀ[πο]-
10 δόμενοι, καὶ ὁ βεβαιωτὴρ βεβαι[ού]-
τω κατὰ τοὺς νόμους· κύριο[ς δ’ ἔ]-
στω καὶ ἄλλος ὁ παρατυχὼν [συ]-
λέων Ἀφροδείσιον ὡς ἐλεύ[θε]-
ρον ὄντα, ἀζάμιος ὢν καὶ ἀν[υπό]-
15 δικος πάσας δίκας καὶ ζαμί[ας].
μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ[λω]-
νος τοῦ Πυθίου Αἰακ[ίδ]ας Βα[βύ]-
λου, Ξενοκράτης Ἀγησιλά[ου, καὶ]
ἰδιῶται Βαβύλος Λαιάδα, [Ἀρχίας]
20 Διοδώρου, Ἀγάθων Ἀθ[άμβου].
Search Help
Contact Us