[ ]
Phokis — Delphi — ca. 87-85 BC
1 | [ἐπειδὴ Ἑρμίας Ἰσοδότου Σ]τρατονικεὺς, περιστ[άντων τ]ὰν |
[χώραν ἁμῶν φόβ]ων κα<ὶ> κινδύνων μεγάλων, χρήσιμος γέγ[ο]- | |
[νεν τᾶι πόλ]ει, συνπαραγινόμενος φιλοτίμως καὶ προνοῶ[ν] | |
[τᾶς σωτ]ηρίας ἁμῶν, καί, παρακληθεὶς ὑπὸ τῶν ἀρχόν- | |
5 | [τω]ν καὶ τῶν ἄλλων πολιτᾶν εἰπεῖν ὑπὲρ τοῦ δάμου ἐπὶ |
τῶν ἁγειμένων, ἐπέδωκε αὐτοσαυτόν, καὶ πάντα τὰ συμ- | |
φέροντα τᾶι πόλει ἔπρασσε προθύμως· δεδόχθαι τᾷ | |
πόλει ἐπαινέσαι Ἑρμίαν Ἰσοδότου Στρατονικῆ, καὶ πρόξε- | |
[ν]ον ὑπάρχειν τᾶς πόλιος τᾶς Δαυλιέων καὶ πολίταν, αὐ- | |
10 | [τ]ὸν καὶ ἐκγόνους αὐτοῦ, ἀτέλειάν τε ἔχειν καὶ ἀσυλίαν |
[ἐν] εἰράνᾳ καὶ ἐν πολέμῳ, στεφανῶσαί τε αὐτὸν χρυσῷ στε- | |
[φάν]ῳ ἐν τῷ ἀγῶνι τῶν Πυθίων, ὥστε πάντες οἱ Ἕλληνες γνῶν[τι] | |
[ὅτι ὁ δ]ᾶμος ὁ τῶν Δαυλιέων εὐχάριστος ὑπάρχει ποτὶ τοὺς αὐτο[σ]- | |
[αυτῷ] καλῶς χρησαμένους, εἰκόνας τε αὐτοῦ ἀναθέμεν γρα- | |
15 | [πτὰς δύ]ο ἐν ὅπλοις ἐπιχρύσοις, μίαν μὲν ἐν Δελφοῖς ἐν τῷ ἱε- |
[ρῷ τοῦ Ἀπ]όλλωνος, ἑτέραν δὲ ἐν Στρατονικείᾳ ἐν τῷ ἱερῷ τᾶς | |
[Ἑκάτας, ἔχ]ουσας ἐπιγραφάν· "ἁ πόλις ἁ τῶν Δαυλιέων Ἑρμίαν Ἰσο- | |
[δότου Στρ]ατονικῆ, ἄνδρα καλὸν καὶ ἀγαθόν, δικαιολογηθέντ[α] | |
[ὑπὲρ τοῦ δ]άμου ἐπὶ τῶν ἁγειμένων, τὸν αὑτᾶς σωτῆρα και εὐ- | |
20 | [εργέταν Ἀπόλλ]ωνι Πυθίῳ", ἀναγράψαι τε τοῦτο τὸ ψάφισμα ἐν |
[Δελφοῖς καὶ ἐν Σ]τρατονικείᾳ ἐν στάλαις λιθίναις, πέμψαι [τ]ε | |
[τοὺς ἄρχοντας Δαυλιέ]ων ποτὶ Στρατονικεῖς τοὺς ἀπὸ Χρυσα- | |
[ορέων ἐπιστολάν, ὑπο]γράψαντας τᾷ ἐπιστολᾷ τὸ γεγονὸς | |
[παρ’ αὑτῶν τίμιον Ἑρμ]ίᾳ. |