[ ] Phokis — Delphi — ca. 87-85 BC
1 [ἐπειδὴ Ἑρμίας Ἰσοδότου Σ]τρατονικεὺς, περιστ[άντων τ]ὰν
[χώραν ἁμῶν φόβ]ων κα<ὶ> κινδύνων μεγάλων, χρήσιμος γέγ[ο]-
[νεν τᾶι πόλ]ει, συνπαραγινόμενος φιλοτίμως καὶ προνοῶ[ν]
[τᾶς σωτ]ηρίας ἁμῶν, καί, παρακληθεὶς ὑπὸ τῶν ἀρχόν-
5 [τω]ν καὶ τῶν ἄλλων πολιτᾶν εἰπεῖν ὑπὲρ τοῦ δάμου ἐπὶ
τῶν ἁγειμένων, ἐπέδωκε αὐτοσαυτόν, καὶ πάντα τὰ συμ-
φέροντα τᾶι πόλει ἔπρασσε προθύμως· δεδόχθαι τᾷ
πόλει ἐπαινέσαι Ἑρμίαν Ἰσοδότου Στρατονικῆ, καὶ πρόξε-
[ν]ον ὑπάρχειν τᾶς πόλιος τᾶς Δαυλιέων καὶ πολίταν, αὐ-
10 [τ]ὸν καὶ ἐκγόνους αὐτοῦ, ἀτέλειάν τε ἔχειν καὶ ἀσυλίαν
[ἐν] εἰράνᾳ καὶ ἐν πολέμῳ, στεφανῶσαί τε αὐτὸν χρυσῷ στε-
[φάν]ῳ ἐν τῷ ἀγῶνι τῶν Πυθίων, ὥστε πάντες οἱ Ἕλληνες γνῶν[τι]
[ὅτι ὁ δ]ᾶμος ὁ τῶν Δαυλιέων εὐχάριστος ὑπάρχει ποτὶ τοὺς αὐτο[σ]-
[αυτῷ] καλῶς χρησαμένους, εἰκόνας τε αὐτοῦ ἀναθέμεν γρα-
15 [πτὰς δύ]ο ἐν ὅπλοις ἐπιχρύσοις, μίαν μὲν ἐν Δελφοῖς ἐν τῷ ἱε-
[ρῷ τοῦ Ἀπ]όλλωνος, ἑτέραν δὲ ἐν Στρατονικείᾳ ἐν τῷ ἱερῷ τᾶς
[Ἑκάτας, ἔχ]ουσας ἐπιγραφάν· "ἁ πόλις ἁ τῶν Δαυλιέων Ἑρμίαν Ἰσο-
[δότου Στρ]ατονικῆ, ἄνδρα καλὸν καὶ ἀγαθόν, δικαιολογηθέντ[α]
[ὑπὲρ τοῦ δ]άμου ἐπὶ τῶν ἁγειμένων, τὸν αὑτᾶς σωτῆρα και εὐ-
20 [εργέταν Ἀπόλλ]ωνι Πυθίῳ", ἀναγράψαι τε τοῦτο τὸ ψάφισμα ἐν
[Δελφοῖς καὶ ἐν Σ]τρατονικείᾳ ἐν στάλαις λιθίναις, πέμψαι [τ]ε
[τοὺς ἄρχοντας Δαυλιέ]ων ποτὶ Στρατονικεῖς τοὺς ἀπὸ Χρυσα-
[ορέων ἐπιστολάν, ὑπο]γράψαντας τᾷ ἐπιστολᾷ τὸ γεγονὸς
[παρ’ αὑτῶν τίμιον Ἑρμ]ίᾳ.
Search Help
Contact Us