[ ]
Phokis — Delphi — 2nd c. AD
1 | θεός. {ι} τύχαι ἀγαθᾶ[ι]. |
ἐν προσκλή[τ]ῳ{ς} ἐκκλησίᾳ, ἔδοξε τῇ π[όλει τῶν] | |
Δελφιῶν· ἐπ<ε>ι[δὴ] Σώσανδρος Πλειστάρχου Ὑπ[αταῖος] | |
Σ<ε>βαστῆος, ἀ[νὴρ] εὐσεβέστατος μὲν πρὸς τὸ[ν θεὸν] | |
5 | [εὐνοϊκώτ]ατος δὲ πρὸς τὴν [πόλιν ἡμῶν, ἐν τοῖς ἔμπρο]- |
[σθεν] χρόνοις ἁγνῶς τε καὶ λα[μπροψύχως ἅμα ἀγωνο]- | |
θε[τῶν δ]ιετέλεσε ἐπιμελητ[εύων τε τῶν Ἀμφικτιόνων, καὶ] | |
το[ῦ ἱερ]οῦ προέστη κατὰ τὸ [κάλλιστον, ἐφ’ οἷς καὶ ἡ πόλις] | |
τῶ[ν Δελ]φῶν ἐτείμησεν, ὥ[σπερ εἴθισται, τὴν αἵρεσιν αὐ]- | |
10 | τ[οῦ καταξίως καὶ φιλ]ανθρώ[πως· καὶ νῦν δέ], δίκαιον ἡγη[σαμένη] |
[τὸν αὑτῆς εὐεργέτην κ]αὶ ἀγωνοθέτην καὶ ἐπιμελη[τὴν τει]- | |
[μα]ῖς ἀξ[ιωτάτα]ις ἀμείβεσθαι, ἔδωκεν αὐτῷ προμαν[τείαν], | |
προεδρί<α>ν, <ἀ>τέλ<ε>ιαν, ἀσυλίαν, γᾶς τε καὶ οἰκίας ἔνκτησιν, [τἆλλα] | |
τε τείμια ὅσα τοῖς καλοῖς καὶ ἀγαθοῖς ἡ πόλις ἔθος ἔχ[ει διδόναι], | |
15 | ἀναθεῖναί <τ>ε αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῷ ἱερῷ το[ῦ] Πυθί[ου Ἀ]- |
πόλλωνος, ἐπιγραφὴν ἔχουσ<α>ν· "ἁ πόλις τῶν [Δ]ελφῶν [Σ]ώ- | |
σανδρον Πλειστάρχου, ἀγωνοθετήσαντα κ[αὶ ἐπ]ιμε[λη]τεύ- | |
σαντα ἁγνῶς τε καὶ λαμπροψύχως, εὐσεβεί[ας ἕνεκα τῆ]ς ε[ἰς] τὸν | |
θεὸν καὶ εὐνοίας τῆς εἰς τὴν πόλιν Ἀπόλλων[ι Πυθίῳ"· πεμφθῆ]- | |
20 | ν<α>ι δὲ καὶ πρὸς τὴν Ὑπ<α>ταίων πόλιν καὶ πρ[ὸς τὸ Θεσσαλῶν] |
ἔθνος τοῦτο τὸ ψήφισμα, κατα<σε>σημει[ωμένον τῇ Δελφῶν δη]- | |
μοσί<ᾳ> σφραγεῖδι. |