[ ]
Phokis — Delphi — 75-100 AD
1 | [ἔδοξ]ε τῆι Δελφῶ[ν πόλ]ει, ἐν [προσκλή]τωι ἐ[κ]κλησίαι· |
[ἐπεὶ Λ]εύκιος Λικί[νιος Εὐ]κλείδ[ης, ․․․․․․․] ὁ καὶ Ἀθηναῖος, γραμμ[ατι]- | |
[κός, ἐπιδ]ημήσα[ς] <ἐν> τῆ[ι πόλει ἡ]μῶν, ἐν το]ῖς ἔμπροσθεν χρόνοις τῶν ἐ[ν]- | |
[δ]ημο[ύντων πο]λειτῶν τ[οὺ]ς [παῖδας γράμματα γ]νησίως καὶ προθύμως ἐδί- | |
5 | [δ]αξεν, [καὶ ἐ]ν [πᾶσι και]ροῖς τὴν ὁμ[οίαν αἵρεσιν ἀποδείκ]νυται, προεστὼς |
[τῆ]ς τε τῶ[ν ν]έων [προπ]αιδε[ίας, ἄξιον τ]ῆς πρ[ὸς] ἅπαντας καλοκἀγαθίας | |
[παρέ]χετα[ι ἑαυτὸν καὶ] τῆ[ς πρὸς τὸ]ν θε[ὸν] εὐσεβείας καὶ τῆς πρὸς τ[ὴν] | |
[πόλιν εὐνοίας· δ]εδό[σθα]ι α[ὐτῶ]ι π[αρὰ τῆς πόλεως] | |
[πολειτείαν, π]ροδικία[ν], πρ[οεδρί]αν, π[ρομα]ντεί[αν], | |
10 | [ἀτέ]λε[ιαν, ἔνκ]τησ[ιν γῆς καὶ οἰ]κίας, ἀνδριάντο[ς ἀνάσ]- |
[τα]σιν, κ[αὶ] τἆλ[λα τείμια πάντα] ὅσα τοῖς καλ[οῖς ἀνδρά]- | |
[σι] ἔ[θ]ο[ς ἐστὶ δίδοσθαι . ἄρχ]οντος Ἀσ[τοξένου], | |
[β]ουλευ[όντων ․․․․․․․․․․․․․․․ καὶ Ἀριστοβ]ούλου. |