[ ] Phokis — Delphi — 1-17 AD
1 ἀγαθῇ τύχῃ.
Διόδωρος Φιλονίκου εἶπεν· ἐπειδὴ Ἀρτεμίδωρος Εὐβούλου Μαζακηνό[ς],
ὁ καὶ Ἀθηναῖος, εὐσεβῶς μὲν διάκειται ποτὶ τὸ ἱαρὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ]
εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν τῶν Δελφῶν, ἀεί τινος ἀγαθοῦ παραίτιος γ[ι]-
5 νόμενος τῇ τε πόλει καὶ τῶι θεῷ, καὶ ἐπὶ τῶν ἡγουμένων καὶ καθ’ ἱδίαν, σπουδῆ[ς]
καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων τοῖς ἐντυνχάνουσιν, φιλοτι<μού>μεν[ος]
δὲ διὰ παντὸς ὡς ὑπὲρ ἰδίας πατρίδος καὶ πολιτῶν, καί, τοῖς ἀρίστοι[ς]
καὶ πρώτοις τῶν πολιτῶν συνβαλλόμενος {ει} εἰς προκοπὴν παιδ<ε>ίας
καὶ λόγων, ἀγαθοὺς ἄνδρας καὶ τῇ πόλει τῶν Δε<λ>φῶν κατασκευάζε[ι]·
10 ἐ<πὶ> τούτο[ι]ς οὖν ἅπασι, σπανίοις καὶ ἀγ[α]θοῖς οὖσιν ἔργοις, οἷς ὁ ἀνὴ[ρ]
ἀδιαλ<ε>ίπτως ἐνδ<ε>ίκ<ν>υται, δεδόχθαι τ[ῇ] πόλ<ε>ι τῶν Δελφῶν ἐπαινέσ[αι]
τε τὸν ἄνδρα, καὶ δεδόσθαι αὐτῷ παρὰ τῆς πόλεως προξενίαν, πολειτείαν, ἀτέλε[ι]-
αν, προμαντείαν, γῆς καὶ οἰκίας [ἔνκτησ]ιν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶσιν ο[ἷς]
[ἡ] πόλις τίθησι, καὶ αὐτῷ καὶ ἐκ[γόνοις ἰσο]πολειτείαν, προδικίαν, καὶ τἆλλα τ[εί]-
15 [μια] πάντα ὅσα καὶ τοῖς ἀγ[αθοῖς ἀνδράσι κ]αὶ εὐεργέταις καὶ προξένοις τῆς
[πόλεως ὑπ]άρχει, ἀναγρ[άψαι δὲ τάσδε τὰς] τειμ[ὰς ἐν τῷ ἐπ]ιφανεστάτῳ [τό]-
[πῳ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος, καὶ ἀποστεῖλαι τὸ ἀντίγραφον τοῦ ψηφίσματος τοῦ]-
[δε πρὸς τ]ὴν πόλιν τῶν Μ[αζακη]νῶν δι’ ἐπι[σ]τολῆ[ς ὑ]πὸ [σφρ]αγῖ[δι τῇ δημοσί]ᾳ,
[ἐγγ]ράψαντας τοὺς ἄρχοντα[ς τ]ῆς πόλεως τάσδε τὰς τιμάς.
Search Help