[ ]
Phokis — Delphi — 1-17 AD
1 | ἀγαθῇ τύχῃ. |
Διόδωρος Φιλονίκου εἶπεν· ἐπειδὴ Ἀρτεμίδωρος Εὐβούλου Μαζακηνό[ς], | |
ὁ καὶ Ἀθηναῖος, εὐσεβῶς μὲν διάκειται ποτὶ τὸ ἱαρὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ] | |
εὐνοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν τῶν Δελφῶν, ἀεί τινος ἀγαθοῦ παραίτιος γ[ι]- | |
5 | νόμενος τῇ τε πόλει καὶ τῶι θεῷ, καὶ ἐπὶ τῶν ἡγουμένων καὶ καθ’ ἱδίαν, σπουδῆ[ς] |
καὶ φιλοτιμίας οὐδὲν ἐνλείπων τοῖς ἐντυνχάνουσιν, φιλοτι<μού>μεν[ος] | |
δὲ διὰ παντὸς ὡς ὑπὲρ ἰδίας πατρίδος καὶ πολιτῶν, καί, τοῖς ἀρίστοι[ς] | |
καὶ πρώτοις τῶν πολιτῶν συνβαλλόμενος {ει} εἰς προκοπὴν παιδ<ε>ίας | |
καὶ λόγων, ἀγαθοὺς ἄνδρας καὶ τῇ πόλει τῶν Δε<λ>φῶν κατασκευάζε[ι]· | |
10 | ἐ<πὶ> τούτο[ι]ς οὖν ἅπασι, σπανίοις καὶ ἀγ[α]θοῖς οὖσιν ἔργοις, οἷς ὁ ἀνὴ[ρ] |
ἀδιαλ<ε>ίπτως ἐνδ<ε>ίκ<ν>υται, δεδόχθαι τ[ῇ] πόλ<ε>ι τῶν Δελφῶν ἐπαινέσ[αι] | |
τε τὸν ἄνδρα, καὶ δεδόσθαι αὐτῷ παρὰ τῆς πόλεως προξενίαν, πολειτείαν, ἀτέλε[ι]- | |
αν, προμαντείαν, γῆς καὶ οἰκίας [ἔνκτησ]ιν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγῶσιν ο[ἷς] | |
[ἡ] πόλις τίθησι, καὶ αὐτῷ καὶ ἐκ[γόνοις ἰσο]πολειτείαν, προδικίαν, καὶ τἆλλα τ[εί]- | |
15 | [μια] πάντα ὅσα καὶ τοῖς ἀγ[αθοῖς ἀνδράσι κ]αὶ εὐεργέταις καὶ προξένοις τῆς |
[πόλεως ὑπ]άρχει, ἀναγρ[άψαι δὲ τάσδε τὰς] τειμ[ὰς ἐν τῷ ἐπ]ιφανεστάτῳ [τό]- | |
[πῳ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος, καὶ ἀποστεῖλαι τὸ ἀντίγραφον τοῦ ψηφίσματος τοῦ]- | |
[δε πρὸς τ]ὴν πόλιν τῶν Μ[αζακη]νῶν δι’ ἐπι[σ]τολῆ[ς ὑ]πὸ [σφρ]αγῖ[δι τῇ δημοσί]ᾳ, | |
[ἐγγ]ράψαντας τοὺς ἄρχοντα[ς τ]ῆς πόλεως τάσδε τὰς τιμάς. |