[ ] Phokis — Delphi — 91-68 BC
1 [ἀγαθᾷ τύχᾳ. ἄρχοντος Ἥρυος τοῦ Κλέωνος, βουλευ]-
[όντων Ξενοκρίτου τοῦ Μένητος, Χαριξέν]ου [τοῦ] Σω-
[τύλου, Ταραντίν]ου τοῦ Δρο[μοκλείδα], Ἀρχελάου
[τοῦ Εὐ]δώρου· ἐπεὶ Αἰακίδας Β[αβύλου, ἐπ]ελθὼν ἐπ[ὶ]
5 [τὰν ἐκ]κλησίαν, διελέγη ὑπὲρ Ἀ[ριστό]νου τοῦ Σωσά[ν]-
δρου Ὑπαταίου, διότι ἐκτενὴς καὶ εὔνους ὑπάρχει πο-
τί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ περὶ πλε[ί]-
στου ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, αὐ-
τοσαυτὸν εὔχρηστον ἐν παντὶ καιρῶι παρασκευάζων
10 καὶ κοινᾷ τᾷ πόλει καὶ καθ’ ἱδίαν τοῖς ἐντυγχανόντοις
τῶν πολιτᾶν ἐν ἅ κά τις αὐτὸν παρακαλῇ, συνποτιγινό-
μενος μετὰ πάσας προθυμίας ἐν οἷς κα τυγχάνωντι
χρε<ί>αν ἔχοντες, καὶ λέγων καὶ πράσσων διὰ παντὸς πε-
ρὶ τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν <τὰ κάλλιστα>, σπουδᾶς καὶ φι-
15 λοτιμίας οὐθὲν ἐλλείπων· ἐπὶ δὲ τούτοις, ἀγαθᾶι τύχαι,
δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾷ τελείωι, σὺμ
ψάφοις ταῖς ἐννόμοις, ἐπαινέσαι Ἀριστόνουν Σωσάν-
δρου Ὑπαταῖον ἐπί τε τᾷ προαιρέσει ἇι ἔχων διατελεῖ
POTI/ TE TO\ I(ERO\N KAI\ TA\N PO/LIN TW=N *DELFW=N, KAI\ U(PA/R-
20 χειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν,
προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων,
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι,
καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς
ἄλλοις προξένοις καὶ <εὐ>εργέταις τᾶς πόλιος ὑπάρχει· ἀ-
25 ναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τῶι ἱερῶι τ[οῦ]
Ἀπόλλωνος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, καλέσαι [δὲ]
[αὐτὸν καὶ ἐπὶ ξένια ἐν τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν]
τᾶς πόλιος ἑστίαν, ἀποστεῖλαι [δὲ καὶ ἀντίγραφον] τᾶν
τιμᾶν ποτὶ τὸ κοινὸν τῶν Αἰνιάνων, ὅ[πως ε]ἰδῶντι.
Search Help
Contact Us