[ ] Phokis — Delphi — undated
1 [γαθᾷ τύχᾳ. ἄρχοντος Ἥρυος τοῦ Κλέωνος, βουλευόντων Ξενοκρίτου τοῦ Μέ]-
νητος, Χαρ[ιξένου τ]οῦ Σωτύλ[ου, Ταραντίνου τοῦ Δρομοκλείδα, Ἀρχελάου]
τοῦ Εὐδώρου· ἐπεὶ Αἰακίδας Βαβύλου, ἐπελθὼν ἐπὶ τὰν [ἐκκλησίαν, διε]-
λέγη ὑπὲρ Ἀριστόνου{ς} τοῦ Σωσάνδρου Ὑπαταίου, διότι ἐκ[τενὴς]
5 καὶ εὔνους ὑπάρχει ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ [περὶ]
πλείστου ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, αὑτὸν εὔχρη-
στον ἐν παντὶ κα<ι>ρῶι παρασκ[ευ]άζων καὶ κοινᾶι τᾷ πόλ<ε>ι καὶ καθ’ ἱδίαν τοῖς <ἐντυγχανόντοις> τῶν
πολειτᾶν ἐν ἅ κά τις αὐτὸν παρακαλῇ, συνποτιγινόμενος μετὰ πάσας
προθυμίας ἐν οἷς κα τυνχάνω<ν>τι χρ<ε>ίαν ἔχοντες, καὶ λέγων καὶ
10 π<ράσ>σων διὰ παντὸς περί τε τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν
τὰ κάλλιστα, σφουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐ[λ]λ<ε>ίπων· ἐν τούτοις οὖν, ἀγαθᾷ τύχᾳ,
δέδοκται τᾶι πόλει τῶν Δελφῶν <ἐν ἀγορᾷ τελείῳ>, σὺν ψάφοις ταῖς ἐννόμοις, ἐπαινέσαι Ἀριστόνουν Σωσάνδρου
Ὑπαταῖον ἐπί τε τᾷ προαιρέσει ἇι ἔχων διατελε ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν,
κα<ὶ> ὑπάρχει<ν> αὐτῶι καὶ ἐκγ<ό>νοις παρὰ τᾶς πόλιος προξενία<ν>, προμαντεία<ν>, προδικίαν, ἀσυλίαν,
15 [ἀ]τέλειαν πάντων, προεδρίαν [ἐν] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθη-
σι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ τἆ<λ>λα τίμια ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος {τᾶς πόλιος} ὑπάρχει·
ἀναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τῷ ἱερῶι τοῦ Ἀπόλλω-
νος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξέ-
20 νια ἐν τὸ βρυτανεῖον ἐπὶ τὰν κοινὰν τᾶς πόλιος ἑστίαν, ἀποστ<ε>ί-
λαι δὲ καὶ ἀντίγραφον τᾶν τιμᾶν ποτὶ τὸ κοινὸν τῶν Αἰνιά-
νων, ὅπως εἰδῶντι.
Search Help
Contact Us