[ ] Phokis — Delphi — ca. 91 BC
1 [ἐπεὶ Κρίτων Πάτρωνος Δρυμιεὺς εὔχρηστο]ν α[ὑτὸν παρασκευάζει καὶ κατὰ κοινὸν]
[τᾶι πόλει καὶ κατ’ ἰδίαν τοῖς ἐντυγχ]ανόντοις [τῶν πολιτᾶν, σπουδᾶς καὶ φιλοτιμί]-
ας [οὐδὲν ἐλλείπων, καὶ νῦν δέ, τᾶς] πόλιος χρεία[ν αὐτοῦ ἐχούσας, καὶ]
πρεσ[βευτᾶν ἀποσταλέντων ποτ’ αὐ]τόν, ἐπέδωκ[εν] ἑα[υτὸν ἐν τὰ παρακα]-
5 LEI/[MENA: O(/PWS OU)=N KAI\ A( PO/LIS FAI/]NHTAI TIME/OUSA TOU\S [A)CI/OUS TW=N A)N]-
δρῶν, ἀγ[αθᾶι τύχαι, δεδόχθαι τᾶ]ι πόλει τῶν Δελφῶν ἐν ἀγ[ορᾶι τελείωι]
σὺν ψάφοις [ταῖς ἐννόμοις ἐπαιν]έσαι Κρίτωνα Πάτρωνος Δρυμι[έα, καὶ στεφα]-
νῶσαι αὐτὸν 〚— — — — — — — — — —〛 εἰκόνι χ[αλκέα]ι, δεδό[σθαι δὲ α]ὐτῶ[ι καὶ]
ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικία[ν, ἀσυλί]αν, ἀτέλ[ειαν],
10 προεδρίαν, καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλ[οις πρ]οξένοι[ς καὶ εὐ]ερ[γέ]τα[ις]
τᾶς πόλιος. ἄρ[χοντ]ος Ξένωνος, βουλ[ευ]όντ[ω]ν Μελισσ[ίων]ος, Ἄρχω[ν]ος, Ἥρυος, Καλλία.
Search Help
Contact Us