[ ]
Phokis — Delphi — ca. 91 BC
1 | [ἐπεὶ Κρίτων Πάτρωνος Δρυμιεὺς εὔχρηστο]ν α[ὑτὸν παρασκευάζει καὶ κατὰ κοινὸν] |
[τᾶι πόλει καὶ κατ’ ἰδίαν τοῖς ἐντυγχ]ανόντοις [τῶν πολιτᾶν, σπουδᾶς καὶ φιλοτιμί]- | |
ας [οὐδὲν ἐλλείπων, καὶ νῦν δέ, τᾶς] πόλιος χρεία[ν αὐτοῦ ἐχούσας, καὶ] | |
πρεσ[βευτᾶν ἀποσταλέντων ποτ’ αὐ]τόν, ἐπέδωκ[εν] ἑα[υτὸν ἐν τὰ παρακα]- | |
5 | λεί[μενα· ὅπως οὖν καὶ ἁ πόλις φαί]νηται τιμέουσα τοὺς [ἀξίους τῶν ἀν]- |
δρῶν, ἀγ[αθᾶι τύχαι, δεδόχθαι τᾶ]ι πόλει τῶν Δελφῶν ἐν ἀγ[ορᾶι τελείωι] | |
σὺν ψάφοις [ταῖς ἐννόμοις ἐπαιν]έσαι Κρίτωνα Πάτρωνος Δρυμι[έα, καὶ στεφα]- | |
νῶσαι αὐτὸν 〚— — — — — — — — — —〛 εἰκόνι χ[αλκέα]ι, δεδό[σθαι δὲ α]ὐτῶ[ι καὶ] | |
ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικία[ν, ἀσυλί]αν, ἀτέλ[ειαν], | |
10 | προεδρίαν, καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλ[οις πρ]οξένοι[ς καὶ εὐ]ερ[γέ]τα[ις] |
τᾶς πόλιος. ἄρ[χοντ]ος Ξένωνος, βουλ[ευ]όντ[ω]ν Μελισσ[ίων]ος, Ἄρχω[ν]ος, Ἥρυος, Καλλία. |