[ ] Phokis — Delphi — ca. 91 BC
1 [ἔδοξε τᾶι πόλε]ι τῶν Δελφῶν· ἐπεὶ Καλλιστόνικος Ξένωνος Ὀπούντιος εὔνους ὑπάρχων δι-
[ατελεῖ τᾶι πόλ]ει, καὶ τοῖς ἐντυγχανόντοις τῶν πολιτᾶν εὔχρηστον αὑτὸν παρασκευάζει
[κατὰ κοινὸν καὶ κατ’] ἰδίαν περὶ ὧν κά τις αὐτοῦ τυγχάνῃ χρείαν ἔχων· ἀγαθᾶι τύχαι· ἐ[παινέ]σαι
[Καλλιστόνικον Ξένω]νος Ὀπούντιον, καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντεί-
5 [αν, προδικίαν, ἀτέλειαν], προεδρίαν, καὶ τἆλλα τίμια πάντα [ὅσα κ]αὶ τοῖς ἄλλοις προξένοις
[καὶ εὐεργέταις παρὰ τᾶς] πόλιος ὑπάρχει. ἄρχοντος Ξένων[ος, βου]λευόντων Μελισ[σί]ων[ος],
[Ἄρχωνος, Ἥρυος, Καλλία].
Search Help
Contact Us