[ ]
Phokis — Delphi — ca. 104 BC
1 | ἔδοξε τᾶι πόλει τ[ῶ]ν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐν[ν]ό- |
μοις· ἐπεὶ Ἀριστόδαμος Λυκίνου Πατρεύς, εὐ[σ]εβῶς μὲν διακείμενος | |
ποτὶ τὸν θεὸ[ν εὐ]νοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν τῶν Δελφῶν, καὶ πρότε- | |
ρον μὲν εὔχρη[σ]τος ὢν διατε[τέ]λεκε καὶ κατὰ κοινὸν τᾶι πόλει καὶ κατ’ ἰδί- | |
5 | αν τοῖς ἐντυγχανόντοις τῶν πολιτ[ᾶ]ν, καὶ νῦν δέ, χρείαν αὐτοῦ ἐχούσας |
τᾶς πόλιος, καὶ ἀποσταλέντων ποτ’ αὐτὸν πρεσβευτᾶν Τείσωνος τοῦ Θεο- | |
[χ]άριος, Κλέωνος τοῦ Ἥρυος, συνεπέδωκε [α]ὐτοσαυτὸν ἐν τὰ παρακα- | |
λείμενα ἀπροφασίστως· δε[δό]χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσα[ι Ἀ]ρι- | |
στόδαμον Λυκίνου Πατρῆ ἐπὶ τᾶι ποτὶ τὸν θεὸν εὐσεβ[εί]αι καὶ τᾶι ποτὶ τὰν | |
10 | πόλιν εὐνοίαι, καὶ στεφανῶσαι αὐτὸν τ[ῶ]ι τε τοῦ θεοῦ στεφάνωι, ὧι πάτριόν |
ἐ[στι] Δελφοῖς, καὶ εἰκόνι χαλκέαι, καὶ τὰ[ν ἀ]ναγόρευσιν ποιήσ[ασθ]αι τοῦ στεφάνου | |
κ[αὶ τᾶς] εἰκόνος ἐν τῶι ἀγῶ[νι] τῶν Πυθίων, [ὁμ]οίως δὲ καὶ ἐν τῶι ἀγῶνι τῶν Σωτηρίων, ἀ- | |
κόλουθον τῶι [ψα]φί[σμ]ατι, εἶ[με]ν δὲ αὐτὸν πρόξενον καὶ εὐεργέταν τᾶς πόλιος ἁμῶν καὶ τοὺς | |
ἐκγόνους αὐτοῦ, καὶ ὑπάρχειν α[ὐτο]ῖς π[ρομαν]τείαν, προδικίαν, [ἀσ]υλίαν, ἀτέλειαν, προε- | |
15 | δρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις |
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπ[ά]ρχ[ει], ἀναγράψαι δὲ [τὸ] ψ[ά]φισμα τοὺς ἄρχον- | |
τας ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλ]ωνος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἀποστεῖλαι δὲ καὶ ποτὶ | |
τὰν πόλιν τῶν Πατρέων ὅπως παρακολουθήσῃ τὰς δεδομένας αὐτ[ῶι] τιμὰς ὑπὸ τᾶς | |
πόλιος ἁμῶν. ἄρχοντος Ἁγίωνος, βουλευόντων τὰν δευτέραν ἑξ[άμ]ηνον Πάτρωνος | |
20 | τοῦ Ἀριστοβούλου, Ἀρίστωνος τοῦ Δαμοφάνε[ος, γραμ]ματεύοντος δὲ βουλᾶς Ἡρακλείδα |
τοῦ Ἀριστοδάμου. |