FD III 4:52
[ ] Phokis — Delphi — ca. 104 BC
1 ἔδοξε τᾶι πόλει τ[ῶ]ν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐν[ν]ό-
μοις· ἐπεὶ Ἀριστόδαμος Λυκίνου Πατρεύς, εὐ[σ]εβῶς μὲν διακείμενος
ποτὶ τὸν θεὸ[ν εὐ]νοϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν τῶν Δελφῶν, καὶ πρότε-
ρον μὲν εὔχρη[σ]τος ὢν διατε[τέ]λεκε καὶ κατὰ κοινὸν τᾶι πόλει καὶ κατ’ ἰδί-
5 αν τοῖς ἐντυγχανόντοις τῶν πολιτ[ᾶ]ν, καὶ νῦν δέ, χρείαν αὐτοῦ ἐχούσας
τᾶς πόλιος, καὶ ἀποσταλέντων ποτ’ αὐτὸν πρεσβευτᾶν Τείσωνος τοῦ Θεο-
[χ]άριος, Κλέωνος τοῦ Ἥρυος, συνεπέδωκε [α]ὐτοσαυτὸν ἐν τὰ παρακα-
λείμενα ἀπροφασίστως· δε[δό]χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσα[ι Ἀ]ρι-
στόδαμον Λυκίνου Πατρῆ ἐπὶ τᾶι ποτὶ τὸν θεὸν εὐσεβ[εί]αι καὶ τᾶι ποτὶ τὰν
10 πόλιν εὐνοίαι, καὶ στεφανῶσαι αὐτὸν τ[ῶ]ι τε τοῦ θεοῦ στεφάνωι, ὧι πάτριόν
[στι] Δελφοῖς, καὶ εἰκόνι χαλκέαι, καὶ τὰ[ν ἀ]ναγόρευσιν ποιήσ[ασθ]αι τοῦ στεφάνου
κ[αὶ τᾶς] εἰκόνος ἐν τῶι ἀγῶ[νι] τῶν Πυθίων, [ὁμ]οίως δὲ καὶ ἐν τῶι ἀγῶνι τῶν Σωτηρίων, ἀ-
κόλουθον τῶι [ψα]φί[σμ]ατι, εἶ[με]ν δὲ αὐτὸν πρόξενον καὶ εὐεργέταν τᾶς πόλιος ἁμῶν καὶ τοὺς
ἐκγόνους αὐτοῦ, καὶ ὑπάρχειν α[ὐτο]ῖς π[ρομαν]τείαν, προδικίαν, [ἀσ]υλίαν, ἀτέλειαν, προε-
15 δρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπ[ά]ρχ[ει], ἀναγράψαι δὲ [τὸ] ψ[ά]φισμα τοὺς ἄρχον-
τας ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλ]ωνος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, ἀποστεῖλαι δὲ καὶ ποτὶ
τὰν πόλιν τῶν Πατρέων ὅπως παρακολουθήσῃ τὰς δεδομένας αὐτ[ῶι] τιμὰς ὑπὸ τᾶς
πόλιος ἁμῶν. ἄρχοντος Ἁγίωνος, βουλευόντων τὰν δευτέραν ἑξ[άμ]ηνον Πάτρωνος
20 τοῦ Ἀριστοβούλου, Ἀρίστωνος τοῦ Δαμοφάνε[ος, γραμ]ματεύοντος δὲ βουλᾶς Ἡρακλείδα
τοῦ Ἀριστοδάμου.
Search Help
Contact Us