[ ]
Phokis — Delphi — 106 BC
1 | [στραταγέοντος τῶν Θεσσαλῶν ․․․․․․․․․․․․․․․․․․, ἐν Δελφοῖς δὲ Ξενοκράτεος τοῦ] |
[Ἀγησι]λάου ἄρ[χοντος, βουλευόντων δὲ Ἄρχωνος τοῦ Καλλικράτεος, Νικοδάμου τοῦ] | |
[Στράτωνος], Τιμολέωνος τοῦ [Ἐ]μμενί[δα· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι] | |
τελείωι σὺμ ψάφοις ταῖς {εν} ἐν[νόμοις· ἐπειδὴ Μενεκράτης Φερεκράτεος Λαρισαῖ]- | |
5 | ος, ἀνὴρ καλὸς κἀγαθὸς ὑπάρχ[ων, καὶ εὐσεβῶς μὲν διακείμ]ενος π[οτὶ τὸ ἱε]- |
ρὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου εὐν[οϊκῶς δὲ καὶ ποτὶ τὰν πόλιν ἁμῶ]ν, εὔχ[ρηστον] | |
αὐτοσαυτὸν παρασκευάζει καὶ κοιν[ᾶι καὶ κα]τ’ ἰδίαν τ[οῖς] ἐντ[υγ]χανόντοις | |
τῶν πολιτᾶν, περὶ ὧν κά τις αὐτοῦ τυ[γχάνηι χρε]ίαν ἔχ[ων], φανερὰν ἐνδ[ει]κ[νύ]- | |
μενος [τ]ὰν ἰδίαν ἐκτένειαν· ἀγαθᾶ[ι τύχαι· δεδόχθ]αι τ[ᾶι] πόλει τῶν Δε[λφῶν] ἐπαι- | |
10 | νέσαι Μενεκράτη Φερεκράτεος Λ[αρισαῖον ἐπί τ]ε τᾶι ποτὶ τὸν θεὸν εὐσεβεί- |
αι καὶ τᾶι ποτὶ τὰν πόλιν εὐνοίαι, καὶ ὑ[πάρ]χει[ν α]ὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πό- | |
λιος προξ[ε]νίαν, προμαντείαν, προδικ[ία]ν, ἀσυ[λία]ν, ἀτέλει[αν, πρ]οεδρίαν ἐμ πᾶσι | |
τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τὰ ἄλ[λ]α τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
εὐεργέταις τᾶς πόλιος ὑπάρχει, στεφα[νῶσ]αι δὲ αὐτὸν 〚— — — — — — — — — —〛 〚— — — — — —〛 | |
15 | 〚— — — — — — — —〛 καὶ εἰκόνι χαλκέα[ι ἐφ’ ἵππου, ἀρετᾶς ἕνεκεν κ]αὶ εὐσεβεί[ας ἇς] |
ἔχων διατελεῖ ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλω[ν]ος τοῦ Πυθί[ου κα]ὶ τᾶς ἐν τὰν πόλ[ιν εὐ]νοί- | |
ας, καὶ ποιήσασθαι τὰν ἀναγόρευσιν τᾶ[ς εἰκόνος ἐ]ν τῶι [γυμ]νικῶι [ἀγῶνι τῶν Πυθίων] | |
καὶ Σωτηρίων, ὁμοίως [δὲ] καὶ ἐν Λαρίσ[αι ἐν τῶι] ἀγῶνι τῶν [Ἐ]λευθ[ερί]ων [ὧι τίθεντι] | |
Θεσσαλοί, ὅπω[ς φανερὸν ἦι πάντοις [ὅτι ἁ] πόλις [τῶν Δελφῶν τᾶι εὐνοίαι τοιούτων] | |
20 | ἀνδρ[ῶν ἀ]πο[νέμ]ει τὰς καταξίας [τιμάς, καὶ ἀποστείλασθαι τοὺς ἄρχοντας ποτὶ] |
[τὰν πόλιν τῶν Λαρισαίων τοῦδε τοῦ ψαφίσματος ἀντίγραφον]. |