[ ] Phokis — Delphi — 106 BC
1 [στραταγέοντος τῶν Θεσσαλῶν ․․․․․․․․․․․․․․․, ἐν Δελφοῖς δὲ Ξενοκράτε]ος [τοῦ Ἀγησιλάου ἄρχοντος, βουλευόντων]
[Ἄρχωνος τοῦ Καλλικράτεος, Νικοδάμου τοῦ Στράτωνος, Τιμολέων]ος τοῦ Ἐμμενί[δα ἔδ[οξε] τᾶι π[όλει τῶν Δελφῶν],
[ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ] Ἰσαγόρ[α]ς Φ[ερεκ]ράτεος Λαρισαῖος, ἀνὴρ καλὸς κἀγαθὸς
[ὑπάρχων, καὶ] εὐσε[βῶς μ]ὲν διακ[είμε]νος ποτὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου εὐνοϊκῶς
5 [δὲ καὶ ποτὶ τὰ]ν π[όλι]ν ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν παρασκευάζει καὶ κ[οι]νᾶι καὶ κατ’ ἰδίαν τοῖς
[ἐντυγχανό]ντ[οι]ς τ[ῶν] πολιτᾶν, περὶ [ὧ]ν κά τις αὐτοῦ τυγχάνῃ χ[ρε]ίαν ἔ[χων], φανερὰν ἐνδεικ[νύ]-
[μενος τὰν ἰδ]ίαν ἐκ[τ]ένειαν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Ἰσα-
[γόραν Φε]ρεκράτ[ε]ος Λαρισαῖον ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλιν εὐνοίαι,
[καὶ ὑ]πάρ[χει]ν αὐτῶ[ι κ]αὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν,
10 [ἀτέλ]ειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλ-
[λοις προ]ξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· στε〚— — — — — — — — — —〛 〚— — — — — —〛
〚— — — — — — — — — — — — — —〛 καὶ εἰκόνι χαλκέαι ἐφ’ ἵππου, ἀρετᾶς ἕνεκεν καὶ εὐσεβείας ἇς ἔχων
δ[ιατελ]εῖ ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου καὶ τᾶς ἐν τὰν πόλιν εὐνοίας, καὶ ποιήσασθαι
[τὰν ἀναγόρ]ευσιν τᾶς εἰκόνος ἐν τῶι γυμνικῶι ἀγῶνι τῶν Πυθίων καὶ Σωτηρίων, ὁμοίως δὲ καὶ
15 [ἐν Λ]αρίσ[αι ἐ]ν τῶι ἀγῶν[ι] τῶν [Ἐ]λευ[θ]ερίων ὧι τίθεντι [Θ]εσσαλοί, ὅπως φανερὸν [ἦ]ι πάντοις ὅτι
[ἁ πόλις τῶν Δελφῶν τᾶι εὐνοίαι τοιούτω]ν ἀνδρῶν ἀπο[ν]έμ[ει] τὰς καταξίας τιμάς, κ[αὶ ἀποστεί]-
[λασθαι τοὺς ἄρχοντας ποτὶ τὰν πόλιν τῶ]ν Λαρισαί[ων τοῦδε τ]οῦ ψαφίσ[μα]τος ἀ[ντίγραφον].
Search Help
Contact Us