[ ]
Phokis — Delphi — 106 BC
| 1 | [στραταγέοντος τῶν Θεσσαλῶν ․․․․․․․․․․․․․․․, ἐν Δελφοῖς δὲ Ξενοκράτε]ος [τοῦ Ἀγησιλάου ἄρχοντος, βουλευόντων] |
| [Ἄρχωνος τοῦ Καλλικράτεος, Νικοδάμου τοῦ Στράτωνος, Τιμολέων]ος τοῦ Ἐμμενί[δα]· ἔδ[οξε] τᾶι π[όλει τῶν Δελφῶν], | |
| [ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ] Ἰσαγόρ[α]ς Φ[ερεκ]ράτεος Λαρισαῖος, ἀνὴρ καλὸς κἀγαθὸς | |
| [ὑπάρχων, καὶ] εὐσε[βῶς μ]ὲν διακ[είμε]νος ποτὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου εὐνοϊκῶς | |
| 5 | [δὲ καὶ ποτὶ τὰ]ν π[όλι]ν ἁμῶν, εὔχρηστον αὐτοσαυτὸν παρασκευάζει καὶ κ[οι]νᾶι καὶ κατ’ ἰδίαν τοῖς |
| [ἐντυγχανό]ντ[οι]ς τ[ῶν] πολιτᾶν, περὶ [ὧ]ν κά τις αὐτοῦ τυγχάνῃ χ[ρε]ίαν ἔ[χων], φανερὰν ἐνδεικ[νύ]- | |
| [μενος τὰν ἰδ]ίαν ἐκ[τ]ένειαν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Ἰσα- | |
| [γόραν Φε]ρεκράτ[ε]ος Λαρισαῖον ἐπί τε τᾶι ποτὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλιν εὐνοίαι, | |
| [καὶ ὑ]πάρ[χει]ν αὐτῶ[ι κ]αὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, | |
| 10 | [ἀτέλ]ειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλ- |
| [λοις προ]ξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· στε〚— — — — — — — — — —〛 〚— — — — — —〛 | |
| 〚— — — — — — — — — — — — — —〛 καὶ εἰκόνι χαλκέαι ἐφ’ ἵππου, ἀρετᾶς ἕνεκεν καὶ εὐσεβείας ἇς ἔχων | |
| δ[ιατελ]εῖ ἐν τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου καὶ τᾶς ἐν τὰν πόλιν εὐνοίας, καὶ ποιήσασθαι | |
| [τὰν ἀναγόρ]ευσιν τᾶς εἰκόνος ἐν τῶι γυμνικῶι ἀγῶνι τῶν Πυθίων καὶ Σωτηρίων, ὁμοίως δὲ καὶ | |
| 15 | [ἐν Λ]αρίσ[αι ἐ]ν τῶι ἀγῶν[ι] τῶν [Ἐ]λευ[θ]ερίων ὧι τίθεντι [Θ]εσσαλοί, ὅπως φανερὸν [ἦ]ι πάντοις ὅτι |
| [ἁ πόλις τῶν Δελφῶν τᾶι εὐνοίαι τοιούτω]ν ἀνδρῶν ἀπο[ν]έμ[ει] τὰς καταξίας τιμάς, κ[αὶ ἀποστεί]- | |
| [λασθαι τοὺς ἄρχοντας ποτὶ τὰν πόλιν τῶ]ν Λαρισαί[ων τοῦδε τ]οῦ ψαφίσ[μα]τος ἀ[ντίγραφον]. |