[ ] Phokis — Delphi — 98 AD
1    θεός. τύχᾳ ἀγαθᾷ.
ἄρχοντος ἐν Δελφοῖς Τ. Φλαουίου Σω-
κλάρου, μηνὸς Ἐνδυσποιτροπίου ζ,
ἐν προσκλήτῳ ἐκκλησίᾳ, δόγμα βουλῆς
5 καὶ δήμου. ἐπειδὴ Καριστάνιος Ἰουλι-
ανὸς ἀνθύπατος, ἀνὴρ καλὸς κἀγαθός, τῆς
τε ἄλλης Ἑλλάδος σεμνῶς καὶ ἀξιολόγως
διέπει τὴν ἡγεμονίαν, καὶ τῶν τοῦ μεγίστο<υ>
Αὐτοκράτορος Νέρβα Τραιανοῦ Καίσαρος Σ[ε]-
10 [βα]στ[οῦ Γερμα]νι[κ]οῦ [πρός τε ἡμᾶ]ς καὶ τ[ὸ]
[ἱερὸν προσταγμάτων ἰδί]ᾳ κ[αὶ φ]ιλανθρώ-
[πως καὶ εὐσεβῶς ὡς οὐδεὶ]ς ἄλλος πώποτε
[ὑπακούει· ἔδοξε τῇ βουλῇ κα]ὶ τῷ δήμῳ μαρτυρῆσαι αὐτῷ
[τὴν ἡμετέραν προαιρέσιν, κα]ὶ στῆσαι δὲ εἰκόνα χαλκῆν ἐν τῷ
15 [ἐπισημοτάτῳ τοῦ ἱεροῦ] τόπῳ, δοῦναι δὲ καὶ αὐτῷ καὶ γένει
[πολειτείαν, καὶ προεδρί]αν αὐτῷ Πυθίοις, ἀναγορευομένου ἀεὶ
[τοῦ κηρυκεύοντ]ος κήρυκος, γραφῆναι δὲ καὶ πρὸς Ἀμφικτύ-
[ονας εἰς τὴν ὀπωρι]νὴν πυλαίαν ὅπως κἀκεῖνοι διά τε τὴν
[πρὸς τὸν θεὸ]ν αὐτοῦ εὐσέβειαν καὶ τὴν πρὸς ἡμᾶς εὔνοιαν
20 [τειμῶσι τα]ῖς πρεπούσαις τὸν ἄνδρα τειμαῖς, καὶ γράψωσι
[ὡσαύτως]· ἔδοξε δὲ καὶ τὸ ψήφισμα τοῦτο ἐνχαραχθῆναι
[εἰς τὸ]ν [ἐπ]ισημότατον τοῦ ἱεροῦ <τόπον>, καὶ γραφῆναι αὐτῷ ἵνα εἰδῇ
[τὴν τῆ]ς πόλεως ἡμῶν διάθεσιν. πρεσβευτὴς ᾑρέθη Μᾶρκος
[Πακούι]ος Ὀπτάτος.
Search Help
Contact Us