[ ]
Phokis — Delphi — 98 AD
1 | θεός. τύχᾳ ἀγαθᾷ. |
ἄρχοντος ἐν Δελφοῖς Τ. Φλαουίου Σω- | |
κλάρου, μηνὸς Ἐνδυσποιτροπίου ζ, | |
ἐν προσκλήτῳ ἐκκλησίᾳ, δόγμα βουλῆς | |
5 | καὶ δήμου. ἐπειδὴ Καριστάνιος Ἰουλι- |
ανὸς ἀνθύπατος, ἀνὴρ καλὸς κἀγαθός, τῆς | |
τε ἄλλης Ἑλλάδος σεμνῶς καὶ ἀξιολόγως | |
διέπει τὴν ἡγεμονίαν, καὶ τῶν τοῦ μεγίστο<υ> | |
Αὐτοκράτορος Νέρβα Τραιανοῦ Καίσαρος Σ[ε]- | |
10 | [βα]στ[οῦ Γερμα]νι[κ]οῦ [πρός τε ἡμᾶ]ς καὶ τ[ὸ] |
[ἱερὸν προσταγμάτων ἰδί]ᾳ κ[αὶ φ]ιλανθρώ- | |
[πως καὶ εὐσεβῶς ὡς οὐδεὶ]ς ἄλλος πώποτε | |
[ὑπακούει· ἔδοξε τῇ βουλῇ κα]ὶ τῷ δήμῳ μαρτυρῆσαι αὐτῷ | |
[τὴν ἡμετέραν προαιρέσιν, κα]ὶ στῆσαι δὲ εἰκόνα χαλκῆν ἐν τῷ | |
15 | [ἐπισημοτάτῳ τοῦ ἱεροῦ] τόπῳ, δοῦναι δὲ καὶ αὐτῷ καὶ γένει |
[πολειτείαν, καὶ προεδρί]αν αὐτῷ Πυθίοις, ἀναγορευομένου ἀεὶ | |
[τοῦ κηρυκεύοντ]ος κήρυκος, γραφῆναι δὲ καὶ πρὸς Ἀμφικτύ- | |
[ονας εἰς τὴν ὀπωρι]νὴν πυλαίαν ὅπως κἀκεῖνοι διά τε τὴν | |
[πρὸς τὸν θεὸ]ν αὐτοῦ εὐσέβειαν καὶ τὴν πρὸς ἡμᾶς εὔνοιαν | |
20 | [τειμῶσι τα]ῖς πρεπούσαις τὸν ἄνδρα τειμαῖς, καὶ γράψωσι |
[ὡσαύτως]· ἔδοξε δὲ καὶ τὸ ψήφισμα τοῦτο ἐνχαραχθῆναι | |
[εἰς τὸ]ν [ἐπ]ισημότατον τοῦ ἱεροῦ <τόπον>, καὶ γραφῆναι αὐτῷ ἵνα εἰδῇ | |
[τὴν τῆ]ς πόλεως ἡμῶν διάθεσιν. πρεσβευτὴς ᾑρέθη Μᾶρκος | |
[Πακούι]ος Ὀπτάτος. |