[ ] Phokis — Delphi — 66 BC
1 [ἐπειδὴ Γάϊος Ὀρκώνιος Γαΐου υἱός, Ῥωμαῖος, ἀνὴρ ἀγαθὸς διατελεῖ] ὢν ὑπὲρ
[τοῦ δάμου, εὐσεβῶς μὲν διακείμενος ποτὶ τὸν θεὸν εὐνοϊκῶς δὲ καὶ ποτὶ] τὰν
[πόλιν ἁμῶν, ἀεί τινος ἀγαθοῦ π]αραίτιος γινόμενος καὶ [κοινᾶι καὶ ἰ]δίαι τοῖς
[ἐντυγχανόντοις τῶν πολιτ]ᾶν ἐν ἃ κά τις αὐτὸν παρακαλῇ, σπου[δᾶς κ]αὶ φιλοτιμί-
5 [ας οὐθὲν ἐλλείπων· ὅπως οὖ]ν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τῶν ἀν-
[δρῶν, ἀγαθᾶι τύχαι, δεδό]χθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Γάϊον Ὀρκώνιον Γα[ΐου]
[υἱόν, Ῥωμαῖον, ἐπὶ τᾶι ποτ]ὶ τὸν θεὸν εὐσεβείαι καὶ τᾶι ποτὶ τὰν πόλιν εὐνοίαι, καὶ ὑπάρ-
[χειν, αὐτῶι καὶ ἐκγόν]οις προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν,
[προεδρίαν ἐν τοῖ]ς ἀγ[ώ]νοις οἷς ἁ πόλις τίθητι. ἄρχοντος Ἁβρομά[χο]υ, βο[υλευό]ντων
10 [․․․․․․․․․, Θρ]ασυκλέο[ς], Φίλωνος, Κλέωνος.
Search Help
Contact Us