[ ]
Phokis — Delphi — 66 BC
1 | [ἐπ]ὶ Ἁβρομάχου, Βυσίου· ἔδοξε τᾷ πόλει τῶν Δελφῶν· ἐπειδὴ Τῖτος Ὀαρίηνος Τίτου υἱὸς Σαβεῖ[ν]ος, ἀνὴρ καλὸς καὶ ἀγαθός, |
[ἐπ]ιδαμήσας ἐν τὰν πόλιν ἁμῶν μετὰ τοῦ στρατηγοῦ Πλαιτωρίου, ἀνεστράφη εὐσεβῶς μὲν ποτ[ὶ τὸν] Ἀπόλλω τὸν Πύθιον εὐνοϊ- | |
[κῶς] δὲ καὶ ποτὶ τὰν πόλιν ἁμῶν, σπουδᾶς τε καὶ φιλοτιμίας οὐθὲν ἐλ<λ>ιπών, τόν τε στρατηγὸ[ν Πλαιτώ]ριον [ε]ὐνούσ{σ}τατον {²⁶εὐνούστατον}²⁶ παρ<έ>σχε· | |
[ἐν] οὖν τούτοις πάντοις, δεδόχθαι τᾷ πόλει ἐπαινέσαι Τῖτον Οὐάριον Τίτου ὑὸν Σαβῖνον, καὶ δ[εδόσθαι αὐ]τῶι ὑπὸ τᾶς πόλιος ἁμῶν προ- | |
5 | [ξεν]ίαν, προμαντείαν, προδικία[ν, ἀσ]υλίαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τ[ίθητι, καὶ τἆλλ]α τίμια πάντα, ὅσα καὶ τοῖς |
[ἄλλοις π]ροξέν[οις] καὶ [εὐεργέταις τ]ᾶς πόλιος ἁμῶ[ν ὑπ]άρχει. |