[ ] Phokis — Delphi — 66 BC
1 [E)P]I\ *(ABROMA/XOU, *BUSI/OU: E)/DOCE TA=| PO/LEI TW=N *DELFW=N: E)PEIDH\ *TI=TOS *)OARI/HNOS *TI/TOU UI(O\S *SABEI=[N]OS, A)NH\R KALO\S KAI\ A)GAQO/S,
[ἐπ]ιδαμήσας ἐν τὰν πόλιν ἁμῶν μετὰ τοῦ στρατηγοῦ Πλαιτωρίου, ἀνεστράφη εὐσεβῶς μὲν ποτ[ὶ τὸν] Ἀπόλλω τὸν Πύθιον εὐνοϊ-
[κῶς] δὲ καὶ ποτὶ τὰν πόλιν ἁμῶν, σπουδᾶς τε καὶ φιλοτιμίας οὐθὲν ἐλ<λ>ιπών, τόν τε στρατηγὸ[ν Πλαιτώ]ριον [ε]ὐνούσ{σ}τατον {²⁶εὐνούστατον}²⁶ παρ<έ>σχε·
[ἐν] οὖν τούτοις πάντοις, δεδόχθαι τᾷ πόλει ἐπαινέσαι Τῖτον Οὐάριον Τίτου ὑὸν Σαβῖνον, καὶ δ[εδόσθαι αὐ]τῶι ὑπὸ τᾶς πόλιος ἁμῶν προ-
5 [ξεν]ίαν, προμαντείαν, προδικία[ν, ἀσ]υλίαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τ[ίθητι, καὶ τἆλλ]α τίμια πάντα, ὅσα καὶ τοῖς
[ἄλλοις π]ροξέν[οις] καὶ [εὐεργέταις τ]ᾶς πόλιος ἁμῶ[ν ὑπ]άρχει.
Search Help
Contact Us