[ ] Phokis — Delphi — ca. 91 BC
1                Μάρκωι Καφρανίωι Μάρκου υἱῶι Γάλλωι.
[ἐπ]ειδὴ Μᾶρκος Καφράνιος Μάρκου υἱὸς Γάλλος, Ῥωμαῖος, εὐσεβῶς μὲν διακείμενος τυγχάνει ποτὶ τὸν θεὸν εὐνοϊκῶς [δ]ὲ καὶ ποτὶ τὰν πόλιν, εὔχρηστο[ν]
[AU(]TO\[N] PAREXO/MENOS DIA\ PROGO/NWN TOI=S E)NTUGXANO/NTOIS TW=N POLITA=N, SPOUDA=S KAI\ FILOTIMI/AS OU)QE\N E)NLEI/PWN: O(/PWS OU)=N KAI\ A( PO/LIS FAI/NHTAI TIME/OUSA TOU\S A)CI/OUS TW=N A)NDRW=N, A)GAQA=I TU/X[AI],
[δε]δό[χ]θαι τᾶι πόλει τῶν Δελφῶν ἐπαι[νέσ]αι Μᾶρκον Καφράνιον Μάρκου υἱὸν Γάλλον, Ῥωμαῖον, κ[α]ὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ [τᾶ]ς πόλιος προξενίαν, προ[μα]ντείαν, προδικίαν, ἀσυλί[αν, ἀ]τέλει[αν],
5 [προε]δρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό[λι]ς τίθητι, καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄ[λλ]οις [προ]ξένοις [καὶ] εὐεργέ[τα]ις τᾶς πόλιος [ὑπά]ρχει. ἄρχοντος Βαβύλου, βου[λε]υόντων Κλεομάντ[ιος, ․․․․․․]
Search Help
Contact Us