[ ]
Phokis — Delphi — ca. 91 BC
1 | Μάρκωι Καφρανίωι Μάρκου υἱῶι Γάλλωι. |
[ἐπ]ειδὴ Μᾶρκος Καφράνιος Μάρκου υἱὸς Γάλλος, Ῥωμαῖος, εὐσεβῶς μὲν διακείμενος τυγχάνει ποτὶ τὸν θεὸν εὐνοϊκῶς [δ]ὲ καὶ ποτὶ τὰν πόλιν, εὔχρηστο[ν] | |
[αὑ]τὸ[ν] παρεχόμενος διὰ προγόνων τοῖς ἐντυγχανόντοις τῶν πολιτᾶν, σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων· ὅπως οὖν καὶ ἁ πόλις φαίνηται τιμέουσα τοὺς ἀξίους τῶν ἀνδρῶν, ἀγαθᾶι τύχ[αι], | |
[δε]δό[χ]θαι τᾶι πόλει τῶν Δελφῶν ἐπαι[νέσ]αι Μᾶρκον Καφράνιον Μάρκου υἱὸν Γάλλον, Ῥωμαῖον, κ[α]ὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ [τᾶ]ς πόλιος προξενίαν, προ[μα]ντείαν, προδικίαν, ἀσυλί[αν, ἀ]τέλει[αν], | |
5 | [προε]δρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πό[λι]ς τίθητι, καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄ[λλ]οις [προ]ξένοις [καὶ] εὐεργέ[τα]ις τᾶς πόλιος [ὑπά]ρχει. ἄρχοντος Βαβύλου, βου[λε]υόντων Κλεομάντ[ιος, ․․․․․․] |