FD III 4:43
[ ] Phokis — Delphi — 119 BC
1 [ἔ]δοξε τῷ κοινῷ τῶν Ἀμφικτιόν[ων]· ἐπειδή, τινῶν ἀδικήματα συντελεσαμένων
[εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ἐπελθόντες ἐπὶ τὸ συνέδριον τῶν Ἀμφικτιόνων,
[λ]όγους ἐποιήσαντο κατὰ τῶν τὰ ἀδικήματα συντελειμένων Νικάτας Ἀ[λ]κίνου, Πολίτας
[Ἀ]σάνδρου, Δαμαίνετος Θρασυκλέος, Μικκύλος Εὐδόκου, Εὔδοκος Θρασυκλέος, Ἄγων Ἀριστί-
5 [ω]νος, Φίλων Ἰατάδα, Ἁβρόμαχος Μαντία, Πολυτιμίδας καὶ Μεγάρτας οἱ Μελισσίωνος, Κλεόδαμος
[Κλ]έωνος, Ἄσανδρος Διονυσίου, Δίων Πολίτα, ὑφ’ ὧν καὶ ἐπιβουλευθέντες καὶ ἐκπεσόντες ἐκ τῆ[ς]
[πατ]ρίδος, οὐκ ἀπέστησαν τοῦ τε δικαίου καὶ καλῶς ἔχοντος καὶ τῆς τοῦ ἱεροῦ προστάσεως, [κατ]α-
[φυγό]ντες δὲ καὶ ἐπὶ τὴν σύγκλητον τὴν Ῥωμαίων, καὶ οὐ προιδόμενοι οὔτε κίνδυνον οὔτε κακοπα-
[θίαν οὔ]τε δαπάνην, ποτικαρτερήσαντες δὲ καὶ ἐν Ῥώμῃ χρόνον ἱκανόν, καὶ ἐπελθόντε[ς] ἐπὶ τὴν
10 [σύγκλη]τον, ἀντιπρε[σβ]ευόντων αὐτοῖς τε[․․․․․․․․․]
Search Help
Contact Us