[ ]
Phokis — Delphi — end 2nd c. BC
1 | [ἀ]γα[θ]ᾶι τύ[χαι. ἀρχόντων ἐν Θρονίωι ․․․․․․․․]κλέος, Μνασιμάχου, μηνὸς <Ἀ>φαμίου, |
[ἐ]ν [δ]ὲ Σκαρφ[είαι ἀρχόντων ․․․․․․․․․․․, ․․․․]ξένου, μηνὸς Ἰτωνίου τεσσαρεσκαιδεκά- | |
[τ]αι, ὁ[μό]λογον ἐθελούσι[ον ἦν πόλει Σκαρφέ]ων καὶ πόλει Θρονιέων, ὅ συνέθεντο ὑπὲρ μὲν | |
τὰν πόλιν τῶν Σκαρφέω[ν οἵ τε ἄρχοντες κ]αὶ οἱ πρόβουλοι καὶ οἱ σύνεδροι, ὑπὲρ δὲ τὰν πό- | |
5 | λιν τῶν Θρονιέων οἵ τε ἄ[ρχοντες καὶ οἱ σύ]νεδροι, ὥστε τᾶς χώρας τᾶς καλειμένας Χοννείας, |
[π]ερὶ ἇς διεφέροντο ποτ’ ἀλ[λήλας α]ἱ πό[λε]ις καὶ ἐπρέσβευσαν ἐπὶ σύγκλητον, εἶ<μ>εν αὐτοῖς | |
ὅρους τοὺς ὑπογεγραμμ[ένου]ς. —— ἕνα μὲν κίονα, ὃν ἔθηκαν κοινᾶι παρά τε τὸν ποταμὸν τὸν | |
Ἀφάμιον καὶ παρὰ τὰν ὁδὸ[ν τὰ]ν δοχμά<δ>α, ἇι γειτονεῖ ἐκ τοῦ ποτὶ μέσον ἁμέρας τὸ πρότε- | |
ρον μὲν Μαχάτα, νῦν δὲ Εὐφ[ράνο]ρος τοῦ Χαιριγένεος Θρονιέος χωρίον, τιθεμένου τοῦ ὅρου ἐ- | |
10 | [πὶ] τοῦ ποτ’ ἄρκτον μέρεος τ[ᾶς ὁδ]οῦ καὶ τοῦ προγεγραμμένου χωρίου. καὶ ἄλλον ἀπὸ τούτου τοῦ |
ὅρου παρὰ τὰν ὁδὸν τὰν δ[οχμά]δα παρὰ τὸ προγεγραμμένον χωρίον, ἀπέχοντα ἀπὸ τοῦ | |
πρώτου ὅρου ἐν τὸ ποτ’ ἀ[ὼ μέρ]ος δεκάπεδα δωρικὰ ἐνενήκοντα καὶ ἑπτά, πόδας ἕξ, ἀπέ- | |
χοντα δὲ καὶ ἀπὸ τᾶς λεγο[μέν]ας ὁδοῦ παρὰ τὰ ἄρσια, μετρειμένου ἐν τὸ ποθ’ ἑσπέραν | |
μέρος παρὰ τὰν ὁδὸν τὰν δ[οχμ]άδα, ὡς παρήκει τὸ Σαμώνδα [τ]οῦ Ζωΐλου Θρονιέος χωρί- | |
15 | ον καὶ τὸ Εὐφράνορος χωρί[ον], δεκάπεδα δωρικὰ διακόσια τέσσαρα, πόδας τέσσαρας. καὶ ἀπὸ τού- |
[το]υ το[ῦ] κίονος ἄλλον ἐν τ[ὸ πο]τ’ ἄρκτον μέρος παρὰ θαλάσσαι, ἀπέχοντα ἀπὸ τοῦ πο- | |
[ταμοῦ] Ἀφαμίου ἐν τὸ ποτ’ ἀ[νατο]λὰν μέρος δεκάπεδα δωρ[ικ]ὰ διακόσια εἴκοσι τρία, πόδας | |
[πέν]τε, τοῦ ποταμοῦ ἀπέ[χοντος ἀ]πὸ τοῦ Λύκωνος πύργου ἀ[πὸ τ]οῦ τοίχου τοῦ ἐν <τὸ> ποτ’ ἀνατο- | |
[λὰν μέρος δε]κάπεδα δ[ωρικὰ π]εντήκοντα σὺν τῶι ἕρκει τῶι ἐν τὸ πο[θ’] ἑσπέρα<ν> μέρος, | |
20 | [καὶ] τοῦ ποταμοῦ ἔχον[τος αὐτ]οῦ πλάτος πόδας πεντήκοντα σὺν τῶι ἕρκει τῶι ἐν |
[τὸ π]οτ’ ἀνατολὰν μέρο[ς, τῶν δὲ] μέτρων τιθεμένων ἀπὸ μὲν τοῦ πύργου ἐν ὀρθὸν ἐπὶ | |
[τὸ]ν ποταμὸν παρὰ τὰς [ἀτραπ]οὺς καὶ παρὰ τὰν σκάπετον, ἀπὸ δὲ τοῦ ποταμοῦ πο- | |
[τὶ τ․․․․․․․․․․․․․․․․]α ἐν τὸ κ[άτω] μέρος ποτὶ θάλασσαν, καὶ πάλιν ἀ[πέ]χοντος τοῦ αὐτοῦ | |
[κίο]νος ἐκ τ[ο]ῦ ποτ’ ἀνατ[ολὰν μ]έρεος ἀπὸ θαλάσσας κατὰ τὰν σκάπετον τὰν παρὰ [τὸ] | |
25 | [․․․․․․․․․․․․․]ον ἐν τὸ π[οθ’ ἑσπέ]ραν μέρος δεκάπεδα δ[ωρι]κὰ διακόσια τριάκοντα |
[ἕξ], πόδας τρεῖ[ς], ἀπέχοντ[ος τ]οῦ αὐ]τοῦ μέτρου ἐκ τοῦ πα[ρὰ θά]λασσαν μέρεος. καὶ ἄλ- | |
[λον ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἀ]π’ εὐθ<ε>ίας ἀπὸ τοῦ παρὰ θάλασσαν ὅρου ἐν τὸν | |
[πα]ρὰ τὰν ὁδὸν τὰν δοχμ[άδα, καὶ ἀ]πέχοντα ἀπὸ τοῦ ὅρου τοῦ παρὰ τὸν Ἀφάμιον δεκά- | |
[π]εδα ἐνεν[ήκ]οντα [ἑ]πτὰ [πόδας ․․․· ἀ]πέχει δὲ καὶ ὁ ποταμὸς ὁ Ἀφάμιος ἀ[π]ὸ τᾶς Καλλι<δ>ά- | |
30 | [μ]ου τοῦ [Ἀπολλοδώρ]ου Σκαρφέ[ος οἰκίας ἀ]πὸ τοῦ τοίχο<υ> τοῦ ἐν τὸ ποτ’ ἀνατολὰγ μέρος σὺν |
[τ]ῶι ἕρκει τῶι ἐν τὸ ποτὶ Σκά[ρφειαν μ]έρος πόδας δωρικοὺς ἑξήκοντα, ἔχοντος τοῦ | |
[πο]ταμοῦ κατὰ τό ὑποκάτω μ[έρος τᾶ]ς ὁδοῦ τᾶς δοχμά[δ]ος πλάτος πόδας πεντήκον- | |
[τα] σὺν τῶι [ἕρ]κει τῶι ἐν τὸ πο[τ’ ἀνατο]λὰν μέρος. —— μὴ ἀντιποιησάσθω δὲ τᾶς χώρας μηδε- | |
[τέ]ρα πόλις, ὑπερβᾶσα τοὺς πρ[ογεγρα]μμένους ὅρους, μηδὲ καθ’ ὁποῖον τρόπον μηδὲν | |
35 | [σιν]έτω τοὺς προγεγραμμέ[νους ὅρο]υς, μηδὲ δικαξάζθω μηδετέρα πόλις ἐκ ταύτας |
[τᾶς] χώ[ρας ἐγ] μηθενὸς ἐγκλ[ήματο]ς ἐκ τοῦ πρότερον χρόνου κατὰ μηθένα τρόπον· εἰ δὲ | |
[μή], ἀποτεισάτω ἁ παραβαίν[ουσά] τι πόλις τῶν ἐν τῶι ὁμολόγωι γεγραμμένων ἀργυρί- | |
ου τάλαντα ἑξήκοντα. καὶ [ὁμοίω]ς ἅ τε ὁροθεσία κυρία ἔστω κατὰ ἑκατέραν τᾶν πολίων | |
[ἰ]δίᾳ χώραι καθότι προγέγρ[απτα]ι· τὸ δὲ ὁμόλογον τόδε κύριον ἔστω ἐν πάντα τὸν χρόνον. |