[ ]
Phokis — Delphi
1 | [κριτὰς ἀκηκόατε ὅτι ἐγέ]νοντο σύμφωνοι πρὸς ἀλλήλους, καὶ νενικηκότα[ς] |
[τοὺς Θρονιέας κ]αὶ ε[ἰλ]ηφότας ψήφους πεντήκοντα ἐννέα, τοὺς δὲ Σκ[αρ]- | |
[φέας εἰληφότ]ας ψήφους [δ]ύο. [γ]εγράφαμεν οὖν ὑμῖν, ἵνα εἰδῆτε· ὑπογ[έ]- | |
[γραπται δὲ] ὑμῖν καὶ τὸ ἀντίγραφον τῆς ἀντιγραφῆς τῆς ἀποδοθείση[ς] | |
5 | [ἡμῖν ὑπὸ τῶ]ν ἐξαποσταλέντων πρεσβευτῶν παρὰ τῆς πόλεως τῆς Θρο- |
[νιέων, ὁμο]ίως δὲ καὶ τῆς δοθείσης ἀντιγραφῆς ὑπὸ τῶν ἐξαποσταλέντω[ν] | |
[πρεσβευτ]ῶν παρὰ τῆς πόλεως τῆς Σκαρφέων. —— ἀμφιλλέγει ἁ πόλις τῶν Θρονιέω[ν] | |
[περὶ τᾶς ἱε]ρομναμοσύνας ποτὶ τὰν πόλιν τῶν Σκαρφέων· "ἐπιβάλλει μοι τᾶς τῶ[ν] | |
[Ἐπικν]αμι<δ>ίων Λοκρῶν ἀμφικτιονείας τὸ τρίτον μέρος, καθάπερ καὶ τὰ πρόβατα ἐ[ν] | |
10 | [τὰς θυ]σίας καὶ τὰ ἄλλα τὰ νομιζόμενα πρότερον ἐν τοὺς Ἀμφικτίονας συ[μ]- |
[βέβλ]ημαι, καὶ καθ’ ὃ κέκριμαι πρότερον περὶ τούτων ἐν Ἀμφίσσαι κατὰ τὸ[ν] | |
[ἀμ]φικτιονικὸν νόμον· καὶ δεῖ κρατεῖν ἐμὲ καὶ κυριεύειν τοῦ ἐμὶν ἐπιβά[λ]- | |
[λ]οντος μέρεος, καὶ τὸν ἱερομνάμονα καθίστασθαι παρ’ ἐμὲ καὶ πέμπε- | |
σθαι ὑπ’ ἐμοῦ, ἐπεί κα ἐμὶν καθήκῃ ἁ ἱερομναμοσύνα. τὺ δέ, πόλι Σκαρφέ- | |
15 | ων, ἀντιποιεῖσαι κακοπραγμόνως κατασοφιζομένα, καὶ ἐξιδιάζεσθα[ι θέ]- |
λεις ἀδίκως τὸ ἐμὶν ἐπιβάλλον μέρος τᾶς ἱερομναμοσύνας." —— ἁ πόλις τῶ[ν] | |
Σ[κ]αρφέων ἀντ[ε]γ[ρ]άψατο ποτὶ τὰν πόλιν τῶν Θρονιέω[ν]· "μὴ δεῖν εἶμεν τὸ τρί[τον] | |
μέρος τᾶς ἱερομναμοσύνας Θρονιέων, ἀλλ’ εἶμεν κοινὰν τὰν ἱερομναμοσύν[αν] | |
Λοκρῶν τῶν [Ἐ]πικναμιδίων κατά τε τὰ πάτρια καὶ τὰς γεγονείας περὶ το[ύ]- | |
20 | των κρίσεις παρά τε τοῖς Ἀθηναίοις καὶ Ἀμφικτίοσιν, καὶ δεῖν τὸν ἱερομνά[μο]- |
να καθίστασθαι ὑπὸ τοῦ κοινοῦ τῶν Λοκρῶν ἀκολούθως τοῖς ἀπὸ τ[ᾶ]ς ἀρχ[ᾶς] | |
διωικημένοις καὶ τῶ[ι ὑ]πὸ Ῥωμαίων κειμένωι γραπτῶι." |