[ ] Phokis — Delphi
1 [κριτὰς ἀκηκόατε ὅτι ἐγέ]νοντο σύμφωνοι πρὸς ἀλλήλους, καὶ νενικηκότα[ς]
[τοὺς Θρονιέας κ]αὶ ε[ἰλ]ηφότας ψήφους πεντήκοντα ἐννέα, τοὺς δὲ Σκ[αρ]-
[φέας εἰληφότ]ας ψήφους [δ]ύο. [γ]εγράφαμεν οὖν ὑμῖν, ἵνα εἰδῆτε· ὑπογ[έ]-
[γραπται δὲ] ὑμῖν καὶ τὸ ἀντίγραφον τῆς ἀντιγραφῆς τῆς ἀποδοθείση[ς]
5 [ἡμῖν ὑπὸ τῶ]ν ἐξαποσταλέντων πρεσβευτῶν παρὰ τῆς πόλεως τῆς Θρο-
[νιέων, ὁμο]ίως δὲ καὶ τῆς δοθείσης ἀντιγραφῆς ὑπὸ τῶν ἐξαποσταλέντω[ν]
[πρεσβευτ]ῶν παρὰ τῆς πόλεως τῆς Σκαρφέων. —— ἀμφιλλέγει ἁ πόλις τῶν Θρονιέω[ν]
[περὶ τᾶς ἱε]ρομναμοσύνας ποτὶ τὰν πόλιν τῶν Σκαρφέων· "ἐπιβάλλει μοι τᾶς τῶ[ν]
[Ἐπικν]αμι<δ>ίων Λοκρῶν ἀμφικτιονείας τὸ τρίτον μέρος, καθάπερ καὶ τὰ πρόβατα ἐ[ν]
10 [τὰς θυ]σίας καὶ τὰ ἄλλα τὰ νομιζόμενα πρότερον ἐν τοὺς Ἀμφικτίονας συ[μ]-
[βέβλ]ημαι, καὶ καθ’ ὃ κέκριμαι πρότερον περὶ τούτων ἐν Ἀμφίσσαι κατὰ τὸ[ν]
[ἀμ]φικτιονικὸν νόμον· καὶ δεῖ κρατεῖν ἐμὲ καὶ κυριεύειν τοῦ ἐμὶν ἐπιβά[λ]-
[λ]οντος μέρεος, καὶ τὸν ἱερομνάμονα καθίστασθαι παρ’ ἐμὲ καὶ πέμπε-
σθαι ὑπ’ ἐμοῦ, ἐπεί κα ἐμὶν καθήκῃ ἁ ἱερομναμοσύνα. τὺ δέ, πόλι Σκαρφέ-
15 ων, ἀντιποιεῖσαι κακοπραγμόνως κατασοφιζομένα, καὶ ἐξιδιάζεσθα[ι θέ]-
λεις ἀδίκως τὸ ἐμὶν ἐπιβάλλον μέρος τᾶς ἱερομναμοσύνας." —— ἁ πόλις τῶ[ν]
Σ[κ]αρφέων ἀντ[ε]γ[ρ]άψατο ποτὶ τὰν πόλιν τῶν Θρονιέω[ν]· "μὴ δεῖν εἶμεν τὸ τρί[τον]
μέρος τᾶς ἱερομναμοσύνας Θρονιέων, ἀλλ’ εἶμεν κοινὰν τὰν ἱερομναμοσύν[αν]
Λοκρῶν τῶν [Ἐ]πικναμιδίων κατά τε τὰ πάτρια καὶ τὰς γεγονείας περὶ το[ύ]-
20 των κρίσεις παρά τε τοῖς Ἀθηναίοις καὶ Ἀμφικτίοσιν, καὶ δεῖν τὸν ἱερομνά[μο]-
να καθίστασθαι ὑπὸ τοῦ κοινοῦ τῶν Λοκρῶν ἀκολούθως τοῖς ἀπὸ τ[ᾶ]ς ἀρχ[ᾶς]
διωικημένοις καὶ τῶ[ι ὑ]πὸ Ῥωμαίων κειμένωι γραπτῶι."
Search Help