[ ]
Phokis — Delphi — 79 AD — SIG(3) 817
| 1 | θεός. τύχαι ἀγαθᾷ. |
| Δελφοὶ ἔδωκαν Μ. Τουρρανίῳ Ἑρμονείκῳ Που- | |
| τιολανῷ, κιθαρῳδῷ, νεικήσαντι Πύθια ἐνδόξως, | |
| πολειτείαν, αὐτῷ καὶ ἐκγόνοις, προμαντείαν, προ- | |
| 5 | ξενίαν, προδικίαν, ἀσυλίαν, προεδρίαν, ἀτέλειαν, γᾶς |
| καὶ οἰκίας ἔνκτησιν, καὶ τἆλλα τείμια ὅσα τοῖς κα- | |
| λοῖς κἀγαθοῖς ἀνδράσιν δίδοται. ἄρχοντος Τίτου | |
| Καίσαρος Σεβαστοῦ, βουλευόντων Ἀγάθωνος κα[ὶ] | |
| Ἀντιγόνου. |