[ ]
Phokis — Delphi — undated — SIG(3) 555A; SGDI 2641
1 | [θεοί. ἔδοξ]ε τᾶι πόλε[ι τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι, σὺμ ψάφωι τᾶι ἐννόμωι· ἐπειδὴ Μεσσάνιοι στρατιώτας ἀπέστειλαν] |
[ὥ]στ[ε συ]νδιαφυλάξαι τό [τε ἱερὸν καὶ τὰμ πόλιν, καὶ ἐπὶ τούτων Μνασάγορον Μαντικράτεος, Δαμοκράτη Δαμάνδρου, τοὺς βοα]- | |
θοήσοντας τῶι τε ἱερῶι κα[ὶ τᾶι πόλει, καὶ τοῦτοι συνδιεφύλαξαν τό τε ἱερὸν καὶ τὰμ πόλιν καλῶς καὶ ἀσφαλῶς, καὶ ἐνεδάμησαν] | |
εὐτάκτως· δεδόχθαι τᾶι π[όλει ἐπαινέσαι τὰμ πόλιν τῶν Μεσσανίων εὐσεβείας ἕνεκεν τᾶς ποτὶ τὸν θεὸν καὶ εὐνοίας τᾶς] | |
5 | ποτὶ τὰμ πόλιν, καὶ εἶμεν Με[σσανίους εὐεργέτας τοῦ ἱεροῦ καὶ τᾶς πόλιος, καὶ δεδόσθαι αὐτοῖς προμαντείαν, προξενίαν], |
[π]ροδικίαν, ἀσυλίαν, ἀτέλειαν [πάντων, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις δίδοται. ἄρχοντος ․․․․․․․․․], | |
[βουλευόν]των Λυσιμάχου, #⁷[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] |