[ ]
Phokis — Delphi — 225 BC — SGDI 2623
1 | θεοί. τ[ύχ]α. |
Δελφοὶ ἔδωκαν Λύκωνι Ἀγρολέοντος | |
Ναυπακτίωι, αὐτῶι καὶ ἐκγόνοις, προξενίαν, | |
προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλία[ν], | |
5 | θεαροδοκίαν, ἀτέλειαν πάντων, καὶ τἆλλα ὅσ[α] |
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄ[ρ]- | |
χοντος Ἐμμενίδα, βουλευόντων Καλλικλέος, | |
Ξένωνος, Ἀρίστωνος. |