[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος — — —]λου, μηνὸς Ποιτ[ρο]πίου, βουλευόντω[ν — — — — —, — — — — —, — — — — —, ἐπὶ τοῖσδε ἀπέδοτο]
[Θεόφιλο]ς̣ Ε̣ὐ̣αμέρου, συνευαρεσ[τ]έοντος καὶ τοῦ υἱοῦ Ε[ὐαμέρου, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικεῖον]
[ᾇ ὄνομ]α Θεοξένα, τιμᾶς ἀργυρίου μ[ν]ᾶν τριῶν καὶ τὰν τιμὰ[ν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος]
[— — —]ος Διονυσίου. παραμινάτω [δ]ὲ Θεοξένα Θεοφίλῳ καὶ Ε[ὐαμέρῳ ἕως κα ζῶντι, ποιοῦσα τὸ ἐπιτασσόμενον]
5 [πᾶν τὸ δυ]νατ[όν]. εἰ δὲ μὴ ποιέοι, [ἐξου]σίαν ἐχέτωσαν Θεόφιλος [καὶ Εὐάμερος ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι πλὰν]
[μὴ πωλέοντ]ες. εἰ δέ τι ἔγγον<ον> [γέ]νοιτο ἐκ Θεοξένας ἐν τῷ τᾶ[ς παραμονᾶς χρόνῳ, ἐλεύθερον ἔστω καὶ μηθενὶ μηθὲν ποθῆ]-
[κων. εἰ δέ] τις ἐφάπτοιτο Θεοξένας [ἐ]πὶ καταδουλισμῷ, βέβαιον π[αρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιω]-
[τήρ. ὁμοίω]ς δὲ καὶ ὁ παρατυχὼν [κ]ύριος ἔστω συλέων Θεοξέ[ναν ὡς ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας]
[καὶ ζαμία]ς. μάρτυροι οἵ τε ἱερε[ι]ς τοῦ Ἀπόλλωνος Νικόστρατ[ος — — — — — — — — καὶ ἰδιῶται — — —]
10 [— — — —]λιστράτου, Ἄγων, Φιλιστίων.
Search Help
Contact Us