[ ] Phokis — Delphi — undated
1 [ἄρχοντ]ος [Ἁγίωνος τοῦ Δίωνος, μηνὸς — — — — —, βουλευόν]-
[των] Ἀστοξένου, [Κριτολάου, Σωτύλου, ἀπέδοντο, — — — — —]-
[․․]ς καὶ Φιλιστὼ Τ[— — — — τῷ Ἀπόλλωνι τῷ Πυθίῳ παι]-
[δ]άριον οἰκογενὲς [ᾧ ὄνομα — φων, τιμᾶς ἀργυρίου μνᾶν τεσ]-
5 σάρων, καὶ τὰν τ[ιμὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους]
τᾶς πόλιος Δι[— — — — — — — — — — —, ἐφ’ ᾧτε ἐλεύθερον]
εἶμεν καὶ ἀνέφ[απτον ἀπὸ πάντων, ποιέοντα ὅ κα θέλῃ καὶ]
ἀποτ<ρ>έχοντα [ᾇ κα θέλῃ. παραμεινάτω δὲ — — φων — — — — —]
καὶ Φιλιστοῖ π[οιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν].
10 εἰ δὲ μὴ ποιέοι, [ἐξουσίαν ἐχέτωσαν — — — καὶ Φιλιστὼ ἐπι]-
τιμέοντες Τ[— — — — — — — — — — — — — — — —. εἰ δέ]
τις ἐφάπτοι[το — — φ]ωνος ἐπὶ καταδ[ουλισμῷ, βέβαιον πα]-
ρεχέτωσα[ν τῷ θεῷ τ]ὰν ὠνὰν οἵ τε ἀποδόμενοι [καὶ ὁ βε]-
βαιωτήρ. ὁμοί[ως δὲ καὶ ὁ πα]ρατυχὼν κύριος ἔστω συλέ[ων — —]-
15 φωνα ἐπ’ ἐλευ[θερίᾳ ἀζάμι]ος ὢν καὶ ἀνυπόδικος πάσας δ[ίκας καὶ ζα]-
μίας. μάρτυρ[οι οἵ τε ἱερε]ῖς τοῦ Ἀπόλλωνος Νικόστρ[ατος, Καλ]-
λίστρατος· ἰδ[ιῶται Φιλισ]τίω<ν>, Φίλων, Δωρόθεος, Ἁβρό[μαχος].
Search Help
Contact Us