[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Ἁγίωνος τοῦ Δίω]νος, μηνὸς [Θεο]ξεν[ίου, βουλευόντων]
[Ἀστοξένου τοῦ Διονυσίου], Κριτολάου τοῦ Σωτήρου, Σωτύλου τοῦ
[Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπ]έδοτο Γλαυκίας Καλλιδάμου τῷ Ἀ-
[πόλλωνι τῷ Πυθίῳ σῶμ]α γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Σωτη-
5 [ρίς, συνευαρεστεόντ]ων καὶ τῶν υἱῶν Λύσωνος καὶ Ἑρμαίου, τιμᾶς ἀργυρίου μνᾶν δ[ύο],
[καὶ τὰν τιμὰν ἔχοντι π]ᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀστόξενος Διονυ[σίου].
[παραμεινάτω δ]ὲ Σωτηρὶς Γλα{α}υκίᾳ {²⁶Γλαυκίᾳ}²⁶ ἕως κα ζῇ, ποιοῦσα τὸ ἐπι<τ>ασόμενον πᾶν τὸ δυνατόν. εἰ [δὲ]
[μὴ ποιέοι π]ᾶν {[․]ιο} τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω [Γλ]α[υκί]ας ἐπιτιμέων τρόπῳ ᾧ κα θέλῃ πλὰν [μὴ πω]-
[λέων. εἰ] δέ τις ἐφάπτοιτο Σωτηρίος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῶι θεῷ τὰν ὠνὰν οἵ τε ἀπο[δόμε]-
10 [νοι κ]αὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων <Σ>ωτηρὶν ἐπ’ ἐλ{ελ}ευθερίᾳ {²⁶ἐλευθερίᾳ}²⁶ ἀζάμι[ος ὢν]
[κα]ὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Καλλ[ίσ]-
[τρα]τος Αἰακίδα, ἰδιῶται Βαβύλος Αἰακίδα, Μελισσίων Διονυσίου, Ὁμολώϊχος Καλλιδάμου.
Search Help