[ ]
Phokis — Delphi — 49/8 BC
| 1 | ἄρχοντος Ἀμύντα τοῦ Εὐανγέλου, μηνὸς Β[ο]αθοίου, [βουλευόντων Διο]- |
| δώρου τοῦ Δορωθέου, Σωστράτου [τοῦ] Διονυσίου, ἀπ[έδοντο Γλαυκίας] | |
| καὶ Ὁμολώιχος Καλλιδάμου, συνευαρεστεούσ[ας καὶ τᾶς ματρὸς αὐτῶν] | |
| Παρμόνας, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶ[μ]α ἀνδρεῖο[ν το γένος — — — — —] | |
| 5 | {Λ} ᾧ ὄνομα Νίκανδρος τιμᾶς ἀργυρίου [μ]νᾶν ἑπτ[ὰ καὶ τὰν τιμὰν ἔχοντι πᾶ]- |
| σαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλ[ιο]ς Ἀμύν[τας Εὐαγγέλου, Φιλιστίων] | |
| Διοκλέος, καθὼς ἐπίστευσε τὰν ὠνὰν τ[ῷ] θεῷ [Νίκ]ανδρ[ος, ἐ]φ’ ᾧτ[ε ἐ]- | |
| λεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ π[ά]ντων [τὸν πάντα χρ]όνον. [πα]ραμεινά- | |
| τω δὲ Νίκανδρος Παρμόνᾳ ποιῶν τὸ ἐπ[ι]τασ[σόμενον πᾶν τ]ὸ δυνατόν. εἰ δε μ[ὴ] | |
| 10 | παραμείναι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμε[ν]ον, ἐξου[σίαν ἐχέτ]ω Παρμόνα ἐπιτιμέου- |
| σα τρόπῳ ᾧ κα θέλῃ. ἐπὶ δέ κα τι {κα [τι]} ἀνθρώπινον{ον} γένοιτο{ιτο} περὶ Παρμό- | |
| ναν, ἐλεύθερος ἔστω Νίκανδρος καὶ ἀπολελυμένος τᾶς παραμόνας καὶ ἐξου- | |
| σίαν ἐχέτω καὶ μένων καὶ χωριζόμενος ὅπᾳ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Νικά[ν]- | |
| δρου ἐπὶ καταδουλισ<μῷ>, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι | |
| 15 | καὶ οἱ βεβαιωτῆρες βεβαιούντω· ὡσαύτως δὲ κύριος ἔστω καὶ ὁ παρατυχὼν συλ[έ]- |
| ων Νίκανδρον ἐπ’ ἐλευθερί[ᾳ, ἀ]ζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ | |
| ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Ξενόκρι- | |
| τος Μένητος, ἰδιῶται Εὐκλείδας Ἡρακλείδα, Ἀντιφάνης Ἀρίστωνος, Ἐράτων | |
| Κλέωνος, Λάδικος Σωσία, [Νικ]ά<ν>ω<ρ> Λυσιμάχου. |