FD III 3:433
[ ] Phokis — Delphi — 49/8 BC
1 ἄρχοντος Ἀμύντα τοῦ Εὐανγέλου, μηνὸς Β[ο]αθοίου, [βουλευόντων Διο]-
δώρου τοῦ Δορωθέου, Σωστράτου [τοῦ] Διονυσίου, ἀπ[έδοντο Γλαυκίας]
καὶ Ὁμολώιχος Καλλιδάμου, συνευαρεστεούσ[ας καὶ τᾶς ματρὸς αὐτῶν]
Παρμόνας, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶ[μ]α ἀνδρεῖο[ν το γένος — — — — —]
5 {Λ} ᾧ ὄνομα Νίκανδρος τιμᾶς ἀργυρίου [μ]νᾶν ἑπτ[ὰ καὶ τὰν τιμὰν ἔχοντι πᾶ]-
σαν. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλ[ιο]ς Ἀμύν[τας Εὐαγγέλου, Φιλιστίων]
Διοκλέος, καθὼς ἐπίστευσε τὰν ὠνὰν τ[ῷ] θεῷ [Νίκ]ανδρ[ος, ἐ]φ’ ᾧτ[ε ἐ]-
λεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ π[ά]ντων [τὸν πάντα χρ]όνον. [πα]ραμεινά-
τω δὲ Νίκανδρος Παρμόνᾳ ποιῶν τὸ ἐπ[ι]τασ[σόμενον πᾶν τ]ὸ δυνατόν. εἰ δε μ[ὴ]
10 παραμείναι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμε[ν]ον, ἐξου[σίαν ἐχέτ]ω Παρμόνα ἐπιτιμέου-
σα τρόπῳ ᾧ κα θέλῃ. ἐπὶ δέ κα τι {κα [τι]} ἀνθρώπινον{ον} γένοιτο{ιτο} περὶ Παρμό-
ναν, ἐλεύθερος ἔστω Νίκανδρος καὶ ἀπολελυμένος τᾶς παραμόνας καὶ ἐξου-
σίαν ἐχέτω καὶ μένων καὶ χωριζόμενος ὅπᾳ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Νικά[ν]-
δρου ἐπὶ καταδουλισ<μῷ>, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι
15 καὶ οἱ βεβαιωτῆρες βεβαιούντω· ὡσαύτως δὲ κύριος ἔστω καὶ ὁ παρατυχὼν συλ[έ]-
ων Νίκανδρον ἐπ’ ἐλευθερί[ᾳ, ἀ]ζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ
ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Ξενόκρι-
τος Μένητος, ἰδιῶται Εὐκλείδας Ἡρακλείδα, Ἀντιφάνης Ἀρίστωνος, Ἐράτων
Κλέωνος, Λάδικος Σωσία, [Νικ]ά<ν>ω<ρ> Λυσιμάχου.
Search Help
Contact Us