[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Σωτύλο]υ τοῦ Ἡράκωνος, μηνὸς Ἰλαίου, βουλευ- |
[όντων Πολυτιμίδ]α τοῦ Ἀθάμβου, Μεγάρτα τοῦ Εὐαγγέλου, | |
[ἐπὶ τοῖσδε ἀπέδοτο] Πολυκράτης Φιλοκράτεος καὶ Φιλὼ Φί- | |
[λωνος τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, ἐπ’ ἐλευθερίαι παιδάριον | |
5 | [ὧι ὄνομα Φιλέρω]ς τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν |
[ἔχοντι πᾶσαν]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Φι- | |
[λιστίων Διοκλ]έος, καθὼς ἐπίστευσε Φιλέρως τῶι θεῶι τὰν ὠνὰν | |
[ἐφ’ ᾧτε ἐλεύθε]ρον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα | |
[χρόνον. παρα]μεινάτω δὲ Φιλέρως Πολυκράτει καὶ Φιλοῖ ποιῶν | |
10 | [τὸ ἐπιτασσόμ]ενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ |
[ποιέοι τὸ ἐ]πιτασσόμενον, ἐξουσίαν ἐχέτωσαν Πολυκράτης καὶ | |
[Φιλὼ ἐπιτι]μέοντες τ<ρ>όπωι ᾧ κα θέλωντι. ἐπεὶ δέ κα τι ἀνθρώπινον | |
[γένηται π]ερὶ Πολυκράτη καὶ Φιλώ, ἐλεύθερος ἔστω Φιλέρως. | |
[εἰ δέ τις] ἐφάπτοιτο Φιλέρωτος ἐπὶ καταδουλισμῷ, βέβαιον παρέχον- | |
15 | [τω τῷ θε]ῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. ὡσαύ- |
[τως δὲ κ]ύριος ἔστω καὶ ὁ παρατυχὼν συλέων Φιλέρωτα ἐπ’ ἐλευθερίᾳ ἀζάμιος | |
[ὢν καὶ ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι ὁ τε ἱερεὺς τοῦ Ἀπόλλωνος | |
[Νικόστ]ρατος Ἄρχωνος, ἰδιῶται Δωρόθεος Διοδώρου, Πολέμαρχος Δάμωνος, | |
[Νίκων Ἀρισ]ταγόρα, Κλεόμαντις Δείνωνος, Ἀντιφ[ά]νης Ἀρίσ[σ]των[ος]. |