[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Σωτύλο]υ τοῦ Ἡράκωνος, μηνὸς Ἰλαίου, βουλευ-
[όντων Πολυτιμίδ]α τοῦ Ἀθάμβου, Μεγάρτα τοῦ Εὐαγγέλου,
[ἐπὶ τοῖσδε ἀπέδοτο] Πολυκράτης Φιλοκράτεος καὶ Φιλὼ Φί-
[λωνος τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, ἐπ’ ἐλευθερίαι παιδάριον
5 [ὧι ὄνομα Φιλέρω]ς τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν
[ἔχοντι πᾶσαν]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Φι-
[λιστίων Διοκλ]έος, καθὼς ἐπίστευσε Φιλέρως τῶι θεῶι τὰν ὠνὰν
[ἐφ’ ᾧτε ἐλεύθε]ρον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα
[χρόνον. παρα]μεινάτω δὲ Φιλέρως Πολυκράτει καὶ Φιλοῖ ποιῶν
10 [τὸ ἐπιτασσόμ]ενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ
[ποιέοι τὸ ἐ]πιτασσόμενον, ἐξουσίαν ἐχέτωσαν Πολυκράτης καὶ
[Φιλὼ ἐπιτι]μέοντες τ<ρ>όπωι ᾧ κα θέλωντι. ἐπεὶ δέ κα τι ἀνθρώπινον
[γένηται π]ερὶ Πολυκράτη καὶ Φιλώ, ἐλεύθερος ἔστω Φιλέρως.
[εἰ δέ τις] ἐφάπτοιτο Φιλέρωτος ἐπὶ καταδουλισμῷ, βέβαιον παρέχον-
15 [τω τῷ θε]ῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. ὡσαύ-
[τως δὲ κ]ύριος ἔστω καὶ ὁ παρατυχὼν συλέων Φιλέρωτα ἐπ’ ἐλευθερίᾳ ἀζάμιος
[ὢν καὶ ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι ὁ τε ἱερεὺς τοῦ Ἀπόλλωνος
[Νικόστ]ρατος Ἄρχωνος, ἰδιῶται Δωρόθεος Διοδώρου, Πολέμαρχος Δάμωνος,
[Νίκων Ἀρισ]ταγόρα, Κλεόμαντις Δείνωνος, Ἀντιφ[ά]νης Ἀρίσ[σ]των[ος].
Search Help
Contact Us