[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντος Σωτύλο]υ τοῦ Ἡράκωνος, μηνὸς Ἰλαίου, βουλευ- |
| [όντων Πολυτιμίδ]α τοῦ Ἀθάμβου, Μεγάρτα τοῦ Εὐαγγέλου, | |
| [ἐπὶ τοῖσδε ἀπέδοτο] Πολυκράτης Φιλοκράτεος καὶ Φιλὼ Φί- | |
| [λωνος τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, ἐπ’ ἐλευθερίαι παιδάριον | |
| 5 | [ὧι ὄνομα Φιλέρω]ς τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν |
| [ἔχοντι πᾶσαν]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Φι- | |
| [λιστίων Διοκλ]έος, καθὼς ἐπίστευσε Φιλέρως τῶι θεῶι τὰν ὠνὰν | |
| [ἐφ’ ᾧτε ἐλεύθε]ρον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα | |
| [χρόνον. παρα]μεινάτω δὲ Φιλέρως Πολυκράτει καὶ Φιλοῖ ποιῶν | |
| 10 | [τὸ ἐπιτασσόμ]ενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ |
| [ποιέοι τὸ ἐ]πιτασσόμενον, ἐξουσίαν ἐχέτωσαν Πολυκράτης καὶ | |
| [Φιλὼ ἐπιτι]μέοντες τ<ρ>όπωι ᾧ κα θέλωντι. ἐπεὶ δέ κα τι ἀνθρώπινον | |
| [γένηται π]ερὶ Πολυκράτη καὶ Φιλώ, ἐλεύθερος ἔστω Φιλέρως. | |
| [εἰ δέ τις] ἐφάπτοιτο Φιλέρωτος ἐπὶ καταδουλισμῷ, βέβαιον παρέχον- | |
| 15 | [τω τῷ θε]ῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. ὡσαύ- |
| [τως δὲ κ]ύριος ἔστω καὶ ὁ παρατυχὼν συλέων Φιλέρωτα ἐπ’ ἐλευθερίᾳ ἀζάμιος | |
| [ὢν καὶ ἀ]νυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι ὁ τε ἱερεὺς τοῦ Ἀπόλλωνος | |
| [Νικόστ]ρατος Ἄρχωνος, ἰδιῶται Δωρόθεος Διοδώρου, Πολέμαρχος Δάμωνος, | |
| [Νίκων Ἀρισ]ταγόρα, Κλεόμαντις Δείνωνος, Ἀντιφ[ά]νης Ἀρίσ[σ]των[ος]. |