[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Θεοξένου τοῦ Φιλαιτώλου, μηνὸς Ἀμαλίου, βουλε[υόντων Αἰα]-
κίδα τοῦ Εὐκλείδα, Νίκωνος τοῦ Νικαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σόφ[ων — — καὶ]
Διόκλεα Ἀλκίμου, συνευαρεσστούσας καὶ τᾶς θυγατρὸς αὐτῶν Σωσ[— — τῷ Ἀπόλ]-
λωνι τῷ Πυθίῳ σῶμα γυναικῆ<ο>ν ᾇ ὄνομα Ἐρωτίς, τὸ γένος οἰκογενές, [τιμᾶς ἀργυρί]-
5 [ο]υ μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ το[ὺς νόμους τᾶς]
[π]όλιος Πολέμαρχος Δάμωνος, καθὼς ἐπίστευσε Ἐρωτ[ὶς τῷ θεῷ τὰν ὠνάν],
[ἐ]φ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πά[ντα βίον. παραμεινά]-
τω δὲ Ἐρωτὶς Σόφωνι καὶ Διοκλέᾳ <ἕ>ως [κα ζῶντι, ποιοῦσα τὸ ἐπιτασσόμενον]
[πᾶν] τὸ δυνατὸν [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us