FD III 3:426
[ ] Phokis — Delphi — undated
1 ἄρχ[οντο]ς Σ[τράτων]ος το[ῦ Ἰα]τ̣ά̣[δα, μηνὸς — —, βου]-
λευόντων Ἐ[ράτων]ος τοῦ Κλέωνος, Νικία τ̣[οῦ Κλέωνος, Κλεομάντι]-
ος τοῦ Δείνωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστων [— — —, συν]-
ευαρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτοῦ Σωσίχας, ἐπ’ ἐλε[υθε]-
5 ρίᾳ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ᾇ ὄνομα Διόκ[λεα],
τιμᾶς ἀργυ<ρ>ίου μνᾶν πέντε, καὶ τὰν τειμὰν ἔχει πᾶσαν. β[ε]-
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγενείδας Δίων[ος].
εἰ δέ τις ἐφάπτοιτο Διοκλέας ἐπὶ καταδουλισζμῷ, βέβαιον παρεχ[έ]-
τω τῶι θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ. ὡσομ[οί]-
10 ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Διόκλ[εαν ὡς]
ἐλευθέραν οὖσαν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν [πάντα]
βίον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμί[ας].
μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Λαιάδας Βαβ[ύλου],
Νικόσσ<τ>ρατος Ἄρχωνος, καὶ ὁ νεωκόρος Δάμων, καὶ ἰ[διῶ]-
15 ται Καλλίσστρατος Αἰακίδα, Βαβύλος Αἰακίδα, Ἁβρόμ[αχος Ξε]-
ναγόρα, Ἴστρος Κτήσωνος, Σώτηρος Ἀλεξάν[δρου].
Search Help
Contact Us