[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Εὐκλείδα τοῦ Καλλία, β[ο]υλευόντων Ἄρχωνος τοῦ Νικοστράτου, Δίωνος τοῦ Ἀντι-
γενείδα, Κλεοξενίδα τοῦ Ἀθανίωνος, ἀπέδοτο Καλλιφάνης Νικηφόρου συνευαρεστέον-
τος καὶ τοῦ υἱοῦ αὐτοῦ Φιλοξένου, [τ]ῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σώματα ἀνδρεῖα δύ-
ο οἷς ὀνόματα Ἀγάθων καὶ Φιλοκρ[άτ]ης, τιμᾶς Ἀγάθωνα μὲν ἀργυρίου μνᾶν δέκα τεσσάρων, Φιλοκρ[ά]-
5 την δὲ μνᾶν δέ<κα>, καὶ τὰν τιμὰν ἀ[πέχε]ι πᾶσαν, καθὼς ἐπίστευσαν Ἀγάθων καὶ Φιλοκράτης τ[ῶι]
θεῶι τὰν ὠνάν ἐφ’ ᾧτε ἐλευθέρ[ου]ς εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον, πο-
]ο̣ῦντες ἅ κα θέλωντι, καὶ ἀποτ[ρ]έχοντες ᾇ κα θέλωντι. βεβαιωτήρες κατὰ τοὺς νόμους τ[ᾶ]-
[ς πόλ]ι̣ος Πολέμαρχος Δάμω̣νος, Εὐκλείδας Ἡρακλείδα. εἰ δέ τις ἐφάπτοιτο Ἀγάθ-
[ωνος ἢ] Φι[λ]οκράτεος ἐπὶ κατ[α]δουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τ[ε]
10 [ἀποδόμ]ενος καὶ οἱ βεβαιωτῆ[ρ]ες. ὁμοίως δὲ καὶ ἄλλος ὁ παρατυγχάνων κύριος ἔσ[τω]
[συλέων] ἐν ἐλευθερίαν Ἀγάθωνα καὶ Φιλοκράτην, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας [δί]-
[κας καὶ ζ]αμίας. μ[άρτ]υρε[ς οἵ τε ἱε]ρεῖς τοῦ Ἀπόλλωνος Νικόστρατ[ος] Ἄρχωνος [— — —]
Search Help
Contact Us