[ ] Phokis — Delphi — undated
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΝΑ[— — — — — — — —].
[βεβαιωτ]ὴρ κατὰ το[ὺς νόμους τᾶς πόλιος — — — — — — —] παρα[μεινάτω δὲ Βοία — — — — —]
[τὸν τᾶς] ζωᾶς χρόνον ποιοῦσα πᾶν τὸ ἐπιτασσόμ[ε]νο[ν πᾶν ἀνε]γκλήτως. [εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν]
[ἐχέτω — —]καια ἐπιτιμέουσα Βοίᾳ τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κα τ[ι ἀνθρώπινον γέν[ηται περὶ — — καιαν, ἐλευ]-
5 [θέρα ἔστ]α̣ι Βοία μηδενὶ μηδὲν ποθήκουσα. εἰ δέ τις ἐφάπτοιτ[ο] Βοίας ἐπὶ καταδ[ουλισμῳ, βέβαιον]
[παρεχόν]τω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. Ὡσομοίως δὲ καὶ ὁ παρατυχὼν κύριος
[ἔστω συ]λέων Βοίαν ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτ[υροι οἵ τε ἱε]-
[ρεῖς τοῦ Ἀπ]όλλωνος Πολέμαρχος Δάμωνος, Φίλων Στρατάγου καὶ ἰδιῶται Σωσίβιος Φιλίπ[που, Ἐ]πάγ̣α̣-
[θος Ἐπα]γ̣άθου, Ἀγάθων Καλλιφάνεος.
Search Help
Contact Us