[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος — — — —]ου, [μηνὸς Ἐ]νδυ[σπ]οιτρ[οπίου, β]ουλευ[όντων Ἁ]β[ρ]ομάχου, Μεγάρτα, ἀπέδ[ο]το Λαδίκα καὶ Πο-
[— — — — — — τῷ Ἀπόλλωνι σ]ῶμα γυναικῆον ᾇ ὄνομα Σωσώ, τιμᾶς ἀργυρίο[υ μ]νᾶν [τ]ριῶν, καὶ τὰν τιμὰν ἔ-
[χει πᾶσαν. βε]βαιωτ[ὴρ κ]ατὰ τοὺ[ς] ν[όμου]ς τᾶς πόλιος Μελισσίων Διονυσίου. παραμινάτω δὲ Σωσὼ Λαδίκᾳ ἕ-
[ως κα ζῇ, ποιοῦσα] τ[ὸ][πι]τασσόμενον πᾶν· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Λαδίκα ἐπιτειμέουσα τρόπῳ ᾧ κα
5 [θέλῃ. εἰ δὲ θέλοι] Σωσὼ προαπελθεῖν ἀπὸ Λαδίκας, δτω Λαδίκᾳ ἀργυρίου μνᾶς τρεῖς· εἰ δέ τι ἀνθρώπινον γέ-
[νοιτο περὶ Λαδίκ]ας, ἐ̣[λευ]θέρα ἔστω Σωσὼ καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφάπτοιτο Σωσῶς ἐπὶ κατα-
[δουλισμῷ, βέβα]ιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι-
[ος ἔστω συλέων] Σωσὼν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυδόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερε-
[ῖς τοῦ Ἀπόλλωνος] Καλλίστρατος, Ἁβρόμαχος, καὶ ἰδιῶται Ἀστόξενος, Θεόξενος, Φιλιστίων
Search Help
Contact Us