[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντος — — —, μηνὸς Ἡρακ]λήου, βουλευ[όντων — — — — — — — — — — — — —] |
| [— —, ἀπέδοτο Θεοδότα] Βίθυος, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ [․․]κ[․2-3․]ου, τῷ Ἀπόλλωνι τῷ | |
| [Πυθίῳ σῶμα γυναικεῖον κοράσιο]ν ᾇ ὄνομα Σωσικράτεα τιμᾶς ἀργυρίου [μνᾶν] τριῶν καὶ τὰν τι- | |
| [μὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ] κατὰ τοὺς νόμους τᾶς πόλιος Πολέμαρχος Δάμωνος. παραμι- | |
| 5 | [νάτω δὲ Σωσικράτεα Θεοδότᾳ ἕως κ]α ζῇ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτως τὸ δυνα- |
| [τόν. εἰ δὲ μὴ ποέοι, ἐξουσίαν ἐχέτω Θ]εοδότα ἐπιτειμέουσα τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κα τι ἀνθρώπι- | |
| [νον γένηται περὶ Θεοδόταν, ἐλ]ευθέρα ἔσ<τω> Σωσικράτεα καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφά- | |
| [πτοιτο Σωσικρατέας ἐπὶ καταδουλισμ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα | |
| [καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ] παρατυχὼν κύριος ἔστω συλέων Σωσικράτεαν ἐπ’ ἐλευθερίᾳ | |
| 10 | [ἀζάμιος ὢν καὶ ἀνυπόδ]ικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος |
| [Καλλίστρατ]ος Αἰ[ακίδα, Ἁ]βρόμαχος Ξεναγόρα, καὶ ἰδιῶται Τειμολέων, Εὐκλείδας, Φιλιστίων, | |
| [— — — — — — — — — — — — — — — — — — — — —]ΑΡΧΩ[— —c.22— —]ΙΟΥ, Π̣ΟΛ̣Υ̣Τ̣Ι̣Μ̣Ι̣ΔΑΣ. |