[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος — — —, μηνὸς Ἡρακ]λήου, βουλευ[όντων — — — — — — — — — — — — —]
[— —, ἀπέδοτο Θεοδότα] Βίθυος, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ [․․]κ[․2-3․]ου, τῷ Ἀπόλλωνι τῷ
[Πυθίῳ σῶμα γυναικεῖον κοράσιο]ν ᾇ ὄνομα Σωσικράτεα τιμᾶς ἀργυρίου [μνᾶν] τριῶν καὶ τὰν τι-
[μὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ] κατὰ τοὺς νόμους τᾶς πόλιος Πολέμαρχος Δάμωνος. παραμι-
5 [νάτω δὲ Σωσικράτεα Θεοδότᾳ ἕως κ]α ζῇ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτως τὸ δυνα-
[τόν. εἰ δὲ μὴ ποέοι, ἐξουσίαν ἐχέτω Θ]εοδότα ἐπιτειμέουσα τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κα τι ἀνθρώπι-
[νον γένηται περὶ Θεοδόταν, ἐλ]ευθέρα ἔσ<τω> Σωσικράτεα καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφά-
[πτοιτο Σωσικρατέας ἐπὶ καταδουλισμ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα
[καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ] παρατυχὼν κύριος ἔστω συλέων Σωσικράτεαν ἐπ’ ἐλευθερίᾳ
10 [ἀζάμιος ὢν καὶ ἀνυπόδ]ικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος
[Καλλίστρατ]ος Αἰ[ακίδα, Ἁ]βρόμαχος Ξεναγόρα, καὶ ἰδιῶται Τειμολέων, Εὐκλείδας, Φιλιστίων,
[— — — — — — — — — — — — — — — — — — — — —]ΑΡΧΩ[— —c.22— —]ΙΟΥ, Π̣ΟΛ̣Υ̣Τ̣Ι̣Μ̣Ι̣ΔΑΣ.
Search Help
Contact Us