[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Ἁγίωνος το][Δίωνος, μηνὸς] Ἡρακλείου, βουλευόντων Ἀσ[τοξένου]
[τοῦ Διον]υ̣σίου, Κριτολάο[υ τοῦ Σωτήρου, Σ]ωτύλου τοῦ Ἡράκωνος, ἐπὶ τ[οῖσδε ἀπέ]-
δοτο Εὐνομία Ἀπολλων̣[ίου, συνευαρεσ]τεόντων καῖ τῶν τέκνων αὐ[τᾶς — — — —]
καὶ Ἰωνίας τῶι Ἀπόλλωνι [τῶι Πυθίωι σώ]ματα δύο, ἓν μὲν γυναικεῖον ᾇ ὄ[νομα Ἰσάργυρον],
5 ἓν δὲ ἀνδρεῖον παιδάριο[ν ᾧ ὄνομα] Λυκίσκος ἑκάτερον αὐτῶν τ[ιμᾶς ἀργυρίου]
μνᾶν τριῶν καὶ τὰν τιμὰ[ν ἀπέχει] πᾶσαν. βεβαιωτῆρες κατὰ τοὺς [νόμους τᾶς]
πόλιος Ἐπίνικος Νικοσ[τράτου, Εὐκ]λείδας Ἡρακλείδα. παραμεινάτω [δὲ Ἰσάργυρον]
Εὐνομίᾳ ἕως κα ζῇ, ποι[έουσα τὸ ἐπιτ]ασσόμενον ὑπ’ αὐτᾶς πᾶν ἀν[εγκλήτως τὸ]
δυνατόν. εἰ δὲ μὴ ποιέο[ι, ἐξουσίαν] ἐχέτω Εὐνομία ἐπιτιμέου[σα τρόπῳ ᾧ κα]
10 θέλῃ. Λυκίσκος δὲ μὴ πα[ραμεινάτω Ε]ὐνομίᾳ, ἀλλὰ ἔστω ἐλεύθ[ερος μηθενὶ]
μηθὲν ποθήκων. εἰ δέ τι[ς ἐφάπτοι]το Ἰσαργύρου ἢ Λυκίσκο[υ ἐπὶ κατα δουλισμῷ],
βέβαιον παρεχέτωσαν τὰν ὠνὰν [τῶι θεῶι {τ]ὰν ὠνὰν} ἅ τε ἀποδομ[ένα καὶ οἱ βεβαιωτῆρες].
ὁμοίως δὲ καὶ ὁ παρατυχὼ[ν κύριος ἔσ]τω συλέων Ἰσάργ[υρον καὶ Λυκίσκον ἐπ’ ἐλευ]-
θερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδ[ικος πάσας] δίκας καὶ ζαμί[ας. μάρτυρες οἵ τε ἱερεῖς]
15 τοῦ Ἀπόλλωνος Νικόστρατ[ος Ἄρχωνος], Καλλίστρ[ατος Αἰακίδα καὶ ἰδιῶται]
Σέλευκος, Φίλων, Σατυρίων [vacat?]
Search Help
Contact Us