[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Καλλιστράτου τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βο[υλευόντων Μελισσίωνος, Κλέωνος, Σωτύλου], |
| ἐπὶ τοῖσδε ἀπέδοντο Εἰρανίων καὶ Τρύφερον τῶι Ἀπόλλ[ωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νουμήνιο]ς, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἀπέχο[ντι πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Νικίας] | |
| [Φι]λονίκου, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον Ν[ουμήνιον ἀπὸ πάντων τὸν πάντα χρόνον. παρα]μινάτω | |
| 5 | δὲ Νουμήνιος Εἰρανίωνι καὶ Τρυφέρῳ, ποιῶν τὸ ἐπιτασ[σόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ, κύριοι ἔστωσα]ν Εἰρανί- |
| [ων κ]αὶ Τρύφερον ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντ[ι, πλὰν μὴ πωλέοντες. εἰ δέ τις ἐφάπτοιτο Νουμηνίου ἐπὶ καταδο]υ- | |
| [λισμῷ], βέβαιον παρεχέτωσαν τῷ θεῷ τὰν ὠνὰν [οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ]τω | |
| [συλέων] Νουμήνιον ἐπ’ ἐλ[ευθερίᾳ, ἀζά]μιος [ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς — — —] |