[ ] Phokis — Delphi — undated
1 [— — — — — — — — — — — — — — — — — —]μΛιου[— — — — — — — — —]
[— — — — — — — — τῷ Ἀπόλλωνι τ]ῷ Πυθίῳ σῶμ[α ἀνδρεῖον, ᾧ ὄ]-
[νομα Εὐφρόσυνον, τιμᾶς ἀργυρίου] μνᾶν τεσσάρω[ν καὶ ἡμιμναίου],
[καὶ τὰν τιμὰν ἔχει π]ᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νό[μους τᾶς πόλιος]
5 [— — — — — — — — —]ράτου, καθὼς ἐπίστευσε τῷ θεῷ [Εὐφρόσυνος]
[τὰν ὠνάν, ἐφ’ ᾧτε] ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ [πάντων τὸν]
[πάντα βίον], ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχ[ων ᾇ κα θέλῃ, ποθήκων]
[μηθενὶ μ]ηθὲν μηδὲ καθ’ ὁποῖον τρόπο[ν. εἰ δέ τις ἐφάπτοιτο]
[Εὐφροσύνου] ἐπὶ καταδουλισμῷ, βέβαιον π[αρεχόντ]ω [τῷ θεῷ]
10 [τὰν ὠνὰν ὅ τε ἀπ]οδόμενος καὶ ὁ βεβαιωτήρ. ὁμοίω[ς δὲ κ]α[ὶ ὁ παρατυχὼν]
[κύριος ἔστω σ]υλέων Εὐφρόσυνον ὡς ἐλεύθερον, ἀζάμιος [ὢν καὶ ἀνυ]-
[πόδικος πάσας δίκα]ς καὶ ζαμίας. μάρτυροι οἵ [τε] ἱερεῖς τοῦ [Ἀπόλλω]νο[ς]
[Καλλίστρατος Αἰ]ακίδα, Φίλων Στρατάγου, καὶ ἰδιῶται Λέων, Κλ[έ]αν[δρος],
             vac.  Φίλων, Στράταγος, Εὐκλῆς Ἄρχ[ων]ος.
Search Help
Contact Us